§18.8.1κατὰ δὲ τὴν Εὐρώπην Ῥόδιοι μὲν ἐκβαλόντες τὴν Μακεδονικὴν φρουρὰν ἠλευθέρωσαν τὴν πόλιν, Ἀθηναῖοι δὲ πρὸς Ἀντίπατρον πόλεμον ἐξήνεγκαν τὸν ὀνομασθέντα Λαμιακόν.
In Europe, on the other hand, the Rhodians, having expelled the Macedonian garrison, liberated their city, while the Athenians declared against Antipater the war called the Lamian War.
τούτου δὲ τὰς αἰτίας ἀναγκαῖόν ἐστι προεκθέσθαι χάριν τοῦ σαφεστέρας γενέσθαι τὰς ἐν αὐτῷ συντελεσθείσας πράξεις.
It is necessary to set forth beforehand the causes of this war, in order that the actions accomplished in it may become clearer.
§18.8.2Ἀλέξανδρος γὰρ βραχεῖ χρόνῳ πρότερον τῆς τελευτῆς ἔκρινε κατάγειν ἅπαντας τοὺς ἐν ταῖς Ἑλληνίσι πόλεσι φυγάδας, ἅμα μὲν δόξης ἕνεκεν, ἅμα δὲ βουλόμενος ἔχειν ἐν ἑκάστῃ πόλει πολλοὺς ἰδίους ταῖς εὐνοίαις πρὸς τοὺς νεωτερισμοὺς καὶ τὰς ἀποστάσεις τῶν Ἑλλήνων.
For Alexander, a short time before his death, decided to restore all the exiles in the Greek cities, partly for the sake of glory, and partly because he wished to have in each city many persons bound to him individually by goodwill against the revolutionary designs and revolts of the Greeks.
§18.8.3διόπερ ὑπογύων ὄντων τῶν Ὀλυμπίων ἐξέπεμψεν εἰς τὴν Ἑλλάδα Νικάνορα τὸν Σταγειρίτην, δοὺς ἐπιστολὴν περὶ τῆς καθόδου· ταύτην δὲ προσέταξεν ἐν τῇ πανηγύρει διὰ τοῦ νικήσαντος κήρυκος ἀναγνωσθῆναι τοῖς πλήθεσιν.
Therefore, as the Olympic games were near at hand, he sent Nicanor of Stagira to Greece, giving him a letter concerning the restoration; and this he ordered to be read aloud to the multitudes at the festival by the herald who won the contest.
§18.8.4τούτου δὲ ποιήσαντος τὸ προσταχθὲν λαβὼν ὁ κῆρυξ ἀνέγνω τὴν ἐπιστολὴν τήνδε. “βασιλεὺς Ἀλέξανδρος τοῖς ἐκ τῶν Ἐλληνίδων πόλεων φυγάσι.
When the latter had done what was ordered, the herald took and read the following letter: "King Alexander to the exiles from the Greek cities.
τοῦ μὲν φεύγειν ὑμᾶς οὐχ ἡμεῖς αἴτιοι γεγόναμεν, τοῦ δὲ κατελθεῖν εἰς τὰς ἰδίας πατρίδας ἡμεῖς ἐσόμεθα πλὴν τῶν ἐναγῶν.
Of your exile we have not been the cause, but of your return to your own native lands we shall be the cause, except for those who are under a curse.
γεγράφαμεν δὲ Ἀντιπάτρῳ περὶ τούτων, ὅπως τὰς μὴν βουλομένας τῶν πόλεων κατάγειν ἀναγκάσῃ. ” κηρυχθέντων δὲ §18.8.5τούτων μεγάλῳ κρότῳ ἐπεσήμηνε τὸ πλῆθος· ἀποδεξάμενοι γὰρ οἱ κατὰ τὴν πανήγυριν τὴν χάριν τοῦ βασιλέως διὰ τὴν χαρὰν ἠμείβοντο τὴν εὐεργεσίαν τοῖς ἐπαίνοις.
And we have written to Antipater concerning these matters, so that he may compel such of the cities as are unwilling to restore them." When these things had been proclaimed, the multitude signified its approval with loud applause; for those at the festival, accepting the favor of the king, because of their joy repaid his beneficence with praises.
ἦσαν δʼ οἱ φυγάδες ἀπηντηκότες ἅπαντες ἐπὶ τὴν πανήγυριν, ὄντες πλείους τῶν δισμυρίων.
The exiles had all assembled for the festival, being more than twenty thousand.
§18.8.6οἱ μὲν οὖν πολλοὶ τὴν κάθοδον τῶν φυγάδων ὡς ἐπʼ ἀγαθῷ γινομένην ἀπεδέχοντο, Αἰτωλοὶ δὲ καὶ Ἀθηναῖοι δυσχεραίνοντες τῇ πράξει χαλεπῶς ἔφερον.
Now the majority welcomed the return of the exiles as something happening for the good, but the Aetolians and the Athenians, being displeased with the action, took it hard.
Αἰτωλοὶ μὲν γὰρ τοὺς Οἰνιάδας ἐκβεβληκότες ἐκ τῆς πατρίδος προσεδόκων τὴν ἐπὶ τοῖς παρανομήμασιν ἐπακολουθοῦσαν κόλασιν· καὶ γὰρ ὁ βασιλεὺς ἠπειληκὼς ἦν ὡς οὐκ Οἰνιαδῶν παῖδες, ἀλλʼ αὐτὸς ἐπιθήσει τὴν δίκην αὐτοῖς·
For the Aetolians, having expelled the inhabitants of Oeniadae from their native land, expected the punishment that would follow upon their lawless deeds; for indeed the king had threatened that not the children of the Oeniadae, but he himself would inflict punishment upon them.
§18.8.7ὁμοίως δὲ τούτοις Ἀθηναῖοι τὴν Σάμον κατακεκληρουχηκότες οὐδαμῶς τὴν νῆσον ταύτην προΐεντο.
In like manner to these, the Athenians, having distributed Samos by lot as a cleruchy, would by no means give up this island.
οὐκ ὄντες δʼ ἀξιόμαχοι ταῖς τούτου δυνάμεσι κατὰ μὲν τὸ παρὸν ἡσυχίαν ἦγον, ἐπιτηροῦντες καιρὸν
But not being a match for his forces, for the present they remained quiet, watching for an opportunity.