§28ΤΙ. ἔστιν οὖν δὴ κατʼ ἐμὴν δόξαν πρῶτον διαιρετέον τάδε· τί τὸ ὂν ἀεί, γένεσιν δὲ οὐκ ἔχον, καὶ τί τὸ γιγνόμενον μὲν ἀεί, ὂν δὲ οὐδέποτε;
Timaeus: Now, in my opinion, we must first make the following division: what is that which always is and has no becoming, and what is that which is always becoming but never is?
τὸ μὲν δὴ νοήσει μετὰ λόγου περιληπτόν, ἀεὶ κατὰ ταὐτὰ ὄν, τὸ δʼ αὖ δόξῃ μετʼ αἰσθήσεως ἀλόγου δοξαστόν, γιγνόμενον καὶ ἀπολλύμενον, ὄντως δὲ οὐδέποτε ὄν.
The former is graspable by intellect with the aid of reason, being always the same, whereas the latter is opinable by opinion with the aid of unreasoning sensation, becoming and perishing, but never really being.
πᾶν δὲ αὖ τὸ γιγνόμενον ὑπʼ αἰτίου τινὸς ἐξ ἀνάγκης γίγνεσθαι· παντὶ γὰρ ἀδύνατον χωρὶς αἰτίου γένεσιν σχεῖν.
Furthermore, everything that becomes must of necessity become by some cause, for it is impossible for anything to have its becoming without a cause.
ὅτου μὲν οὖν ἂν ὁ δημιουργὸς πρὸς τὸ κατὰ ταὐτὰ ἔχον βλέπων ἀεί, τοιούτῳ τινὶ προσχρώμενος παραδείγματι, τὴν ἰδέαν καὶ δύναμιν αὐτοῦ ἀπεργάζηται, καλὸν ἐξ ἀνάγκης οὕτως ἀποτελεῖσθαι πᾶν· οὗ δʼ ἂν εἰς γεγονός, γεννητῷ παραδείγματι προσχρώμενος, οὐ καλόν.
Now, whenever the craftsman, looking always to that which is the same, using such a template as a model, fashions its form and capacity, everything thus completed must of necessity be beautiful; but if he looks to what has become, using a generated model, it will not be beautiful.
ὁ δὴ πᾶς οὐρανὸς —ἢ κόσμος ἢ καὶ ἄλλο ὅτι ποτὲ ὀνομαζόμενος μάλιστʼ ἂν δέχοιτο, τοῦθʼ ἡμῖν ὠνομάσθω—σκεπτέον δʼ οὖν περὶ αὐτοῦ πρῶτον, ὅπερ ὑπόκειται περὶ παντὸς ἐν ἀρχῇ δεῖν σκοπεῖν, πότερον ἦν ἀεί, γενέσεως ἀρχὴν ἔχων οὐδεμίαν, ἢ γέγονεν, ἀπʼ ἀρχῆς τινος ἀρξάμενος.
Now, as for the whole heaven—or let it be called by us "cosmos" or whatever other name it would most readily accept—we must first consider regarding it what is laid down at the beginning to be considered about everything: whether it always was, having no beginning of becoming, or has become, starting from some beginning.
γέγονεν· ὁρατὸς γὰρ ἁπτός τέ ἐστιν καὶ σῶμα ἔχων, πάντα δὲ τὰ τοιαῦτα αἰσθητά, τὰ δʼ αἰσθητά, δόξῃ περιληπτὰ μετʼ αἰσθήσεως, γιγνόμενα καὶ γεννητὰ ἐφάνη.
It has become; for it is visible and tangible and has a body, and all such things are sensible, and sensible things, being graspable by opinion with sensation, have appeared to be becoming and generated.
τῷ δʼ αὖ γενομένῳ φαμὲν ὑπʼ αἰτίου τινὸς ἀνάγκην εἶναι γενέσθαι.
And for that which has become, we say that it is necessary that it has become by some cause.
§29ΤΙ. τὸν μὲν οὖν ποιητὴν καὶ πατέρα τοῦδε τοῦ παντὸς εὑρεῖν τε ἔργον καὶ εὑρόντα εἰς πάντας ἀδύνατον λέγειν·
Timaeus: Now, to find the maker and father of this universe is a task, and having found him, it is impossible to speak of him to all.
τόδε δʼ οὖν πάλιν ἐπισκεπτέον περὶ αὐτοῦ, πρὸς πότερον τῶν παραδειγμάτων ὁ τεκταινόμενος αὐτὸν ἀπηργάζετο, πότερον πρὸς τὸ κατὰ ταὐτὰ καὶ ὡσαύτως ἔχον ἢ πρὸς τὸ γεγονός.
But we must consider this again about him: to which of the models did the builder fashion it? Was it to that which is always the same and in the same state, or to that which has become?
εἰ μὲν δὴ καλός ἐστιν ὅδε ὁ κόσμος ὅ τε δημιουργὸς ἀγαθός, δῆλον ὡς πρὸς τὸ ἀίδιον ἔβλεπεν· εἰ δὲ ὃ μηδʼ εἰπεῖν τινι θέμις, πρὸς γεγονός.
If indeed this cosmos is beautiful and its craftsman is good, it is clear that he looked to the eternal; but if—what is not even lawful for anyone to say—he looked to what has become.
παντὶ δὴ σαφὲς ὅτι πρὸς τὸ ἀίδιον· ὁ μὲν γὰρ κάλλιστος τῶν γεγονότων, ὁ δʼ ἄριστος τῶν αἰτίων.
It is clear to everyone that he looked to the eternal; for the cosmos is the most beautiful of generated things, and he is the best of causes.
οὕτω δὴ γεγενημένος πρὸς τὸ λόγῳ καὶ φρονήσει περιληπτὸν καὶ κατὰ ταὐτὰ ἔχον δεδημιούργηται·
Having been generated in this way, it has been crafted in relation to that which is graspable by reason and wisdom and is always the same.
τούτων δὲ ὑπαρχόντων αὖ πᾶσα ἀνάγκη τόνδε τὸν κόσμον εἰκόνα τινὸς εἶναι.
These things being so, it is of absolute necessity that this cosmos is an image of something.
μέγιστον δὴ παντὸς ἄρξασθαι κατὰ φύσιν ἀρχήν.
Now, in everything, it is most important to begin at the natural beginning.
ὧδε οὖν περί τε εἰκόνος καὶ περὶ τοῦ παραδείγματος αὐτῆς διοριστέον, ὡς ἄρα τοὺς λόγους, ὧνπέρ εἰσιν ἐξηγηταί, τούτων αὐτῶν καὶ συγγενεῖς ὄντας·
Therefore, we must make a distinction regarding the image and its model: that the speeches, indeed, are akin to those very things of which they are interpreters.
τοῦ μὲν οὖν μονίμου καὶ βεβαίου καὶ μετὰ νοῦ καταφανοῦς μονίμους καὶ ἀμεταπτώτους—καθʼ ὅσον οἷόν τε καὶ ἀνελέγκτοις προσήκει λόγοις εἶναι καὶ ἀνικήτοις, τούτου δεῖ μηδὲν ἐλλείπειν—τοὺς δὲ τοῦ πρὸς μὲν ἐκεῖνο ἀπεικασθέντος, ὄντος δὲ εἰκόνος εἰκότας ἀνὰ λόγον τε ἐκείνων ὄντας· ὅτιπερ πρὸς γένεσιν οὐσία, τοῦτο πρὸς πίστιν ἀλήθεια.
Speech about what is stable, fixed, and clear with the aid of intellect, must be stable and unchanging—as far as it is possible for speeches to be irrefutable and invincible, they must not lack any of this—whereas speeches about what has been likened to that, being an image, must be likenesses and proportional to those; for as being is to becoming, so is truth to belief.
ἐὰν οὖν, ὦ Σώκρατες, πολλὰ πολλῶν πέρι, θεῶν καὶ τῆς τοῦ παντὸς γενέσεως, μὴ δυνατοὶ γιγνώμεθα πάντῃ πάντως αὐτοὺς ἑαυτοῖς ὁμολογουμένους λόγους καὶ ἀπηκριβωμένους ἀποδοῦναι, μὴ θαυμάσῃς· ἀλλʼ ἐὰν ἄρα μηδενὸς ἧττον παρεχώμεθα εἰκότας, ἀγαπᾶν χρή, μεμνημένους ὡς ὁ λέγων ἐγὼ ὑμεῖς τε οἱ κριταὶ φύσιν ἀνθρωπίνην ἔχομεν, ὥστε περὶ τούτων τὸν εἰκότα μῦθον ἀποδεχομένους πρέπει τούτου μηδὲν ἔτι πέρα ζητεῖν.
If then, Socrates, about many things concerning the gods and the generation of the universe, we should not be able to render speeches that are in every way consistent with themselves and exact, do not be surprised; but if we provide speeches no less likely than any other, we must be content, remembering that I who speak and you who are the judges have human nature, so that, accepting the likely myth about these things, it is fitting to seek nothing further beyond this.
ΣΩ. ἄριστα, ὦ Τίμαιε, παντάπασί τε ὡς κελεύεις ἀποδεκτέον·
Socrates: Excellent, Timaeus! We must accept it entirely as you command.
τὸ μὲν οὖν προοίμιον θαυμασίως ἀπεδεξάμεθά σου, τὸν δὲ δὴ νόμον ἡμῖν ἐφεξῆς πέραινε.
We have received your prelude with admiration; now go on and complete the law for us in order.
ΤΙ. λέγωμεν δὴ διʼ ἥντινα αἰτίαν γένεσιν καὶ τὸ πᾶν τόδε ὁ συνιστὰς συνέστησεν.
Timaeus: Let us say, then, for what cause the one who constructed constructed becoming and this universe.
ἀγαθὸς ἦν, ἀγαθῷ δὲ οὐδεὶς περὶ οὐδενὸς οὐδέποτε ἐγγίγνεται φθόνος·
He was good, and in a good being no envy ever arises about anything.
τούτου δʼ ἐκτὸς ὢν πάντα ὅτι μάλιστα ἐβουλήθη γενέσθαι παραπλήσια ἑαυτῷ.
Being free from this, he wished that all things should become as like himself as possible.