§8.91.1τῶν δὲ βαρβάρων ἐς φυγὴν τραπομένων καὶ ἐκπλεόντων πρὸς τὸ Φάληρον, Αἰγινῆται ὑποστάντες ἐν τῷ πορθμῷ ἔργα ἀπεδέξαντο λόγου ἄξια.
When the barbarians turned to flight and were sailing out towards Phalerum, the Aeginetans, lying in wait in the strait, performed deeds worthy of mention.
οἱ μὲν γὰρ Ἀθηναῖοι ἐν τῷ θορύβῳ ἐκεράιζον τάς τε ἀντισταμένας καὶ τὰς φευγούσας τῶν νεῶν, οἱ δὲ Αἰγινῆται τὰς ἐκπλεούσας· ὅκως δὲ τινὲς τοὺς Ἀθηναίους διαφύγοιεν, φερόμενοι ἐσέπιπτον ἐς τοὺς Αἰγινήτας.
For while the Athenians in the confusion were destroying those ships that resisted and those that fled, the Aeginetans destroyed those that were sailing out; and whenever any escaped the Athenians, they would drive headlong right into the Aeginetans.