§8.90.1ἐγένετο δὲ καὶ τόδε ἐν τῷ θορύβῳ τούτῳ.
And this too happened in this confusion.
τῶν τινες Φοινίκων, τῶν αἱ νέες διεφθάρατο, ἐλθόντες παρὰ βασιλέα διέβαλλον τοὺς Ἴωνας, ὡς διʼ ἐκείνους ἀπολοίατο αἱ νέες, ὡς προδόντων.
Some of the Phoenicians, whose ships had been destroyed, came to the king and slandered the Ionians, saying that it was because of them that their ships had been lost, as they had turned traitors.
συνήνεικε ὦν οὕτω ὥστε Ἰώνων τε τοὺς στρατηγοὺς μὴ ἀπολέσθαι Φοινίκων τε τοὺς διαβάλλοντας λαβεῖν τοιόνδε μισθόν.
It turned out, therefore, so that the generals of the Ionians did not perish, and the Phoenicians who slandered them received a reward of this kind.
§8.90.2ἔτι τούτων ταῦτα λεγόντων ἐνέβαλε νηὶ Ἀττικῇ Σαμοθρηικίη νηῦς.
While they were still saying these things, a Samothracian ship rammed an Attic ship.
ἥ τε δὴ Ἀττικὴ κατεδύετο καὶ ἐπιφερομένη Αἰγιναίη νηῦς κατέδυσε τῶν Σαμοθρηίκων τὴν νέα.
And while the Attic ship was sinking, an Aeginetan ship, bearing down, sank the Samothracian ship.
ἅτε δὲ ἐόντες ἀκοντισταὶ οἱ Σαμοθρήικες τοὺς ἐπιβάτας ἀπὸ τῆς καταδυσάσης νεὸς βάλλοντες ἀπήραξαν καὶ ἐπέβησάν τε καὶ ἔσχον αὐτήν.
But since the Samothracians were javelin-throwers, they threw their weapons and cleared the marines off the ship that had sunk theirs, and then boarded and captured it.
§8.90.3ταῦτα γενόμενα τοὺς Ἴωνας ἐρρύσατο· ὡς γὰρ εἶδε σφέας Ξέρξης ἔργον μέγα ἐργασαμένους, ἐτράπετο πρὸς τοὺς Φοίνικας οἷα ὑπερλυπεόμενός τε καὶ πάντας αἰτιώμενος, καὶ σφεων ἐκέλευσε τὰς κεφαλὰς ἀποταμεῖν, ἵνα μὴ αὐτοὶ κακοὶ γενόμενοι τοὺς ἀμείνονας διαβάλλωσι.
This event saved the Ionians; for when Xerxes saw them perform such a great deed, he turned to the Phoenicians in extreme vexation, blaming them all, and ordered their heads to be cut off, so that they, being cowards themselves, might not slander those who were better.
§8.90.4ὅκως γάρ τινα ἴδοι Ξέρξης τῶν ἑωυτοῦ ἔργον τι ἀποδεικνύμενον ἐν τῇ ναυμαχίῃ, κατήμενος ὑπὸ τῷ ὄρεϊ τῷ ἀντίον Σαλαμῖνος τὸ καλέεται Αἰγάλεως, ἀνεπυνθάνετο τὸν ποιήσαντα, καὶ οἱ γραμματισταὶ ἀνέγραφον πατρόθεν τὸν τριήραρχον καὶ τὴν πόλιν.
For whenever Xerxes, seated under the mountain opposite Salamis which is called Aegaleos, saw any of his own men performing some deed in the sea-fight, he would inquire who had done it, and the scribes would write down the trierarch's name, with his father's name and his city.
πρὸς δέ τι καὶ προσεβάλετο φίλος ἐὼν Ἀριαράμνης ἀνὴρ Πέρσης παρεὼν τούτου τοῦ Φοινικηίου πάθεος.
Furthermore, Ariaramnes, a Persian who was a friend of the king and was present at this Phoenician disaster, also contributed to it.
οἳ μὲν δὴ πρὸς τοὺς Φοίνικας ἐτράποντο.
Thus indeed they turned against the Phoenicians.