§8.92.1ἐνθαῦτα συνεκύρεον νέες ἥ τε Θεμιστοκλέος διώκουσα νέα καὶ ἡ Πολυκρίτου τοῦ Κριοῦ ἀνδρὸς Αἰγινήτεω νηὶ ἐμβαλοῦσα Σιδωνίῃ, ἥ περ εἷλε τὴν προφυλάσσουσαν ἐπὶ Σκιάθῳ τὴν Αἰγιναίην, ἐπʼ ἧς ἔπλεε Πυθέης ὁ Ἰσχενόου, τὸν οἱ Πέρσαι κατακοπέντα ἀρετῆς εἵνεκα εἶχον ἐν τῇ νηὶ ἐκπαγλεόμενοι·
There certain ships met together: the ship of Themistocles which was pursuing a foe, and that of Polycritus, son of Crius, an Aeginetan, which had rammed a Sidonian ship. This Sidonian ship was the very one that had captured the Aeginetan guard-ship off Sciathos, on board of which Pytheas, son of Ischenous, was sailing; whom the Persians, though he was hacked to pieces, had kept on their ship, marveling at his valor.
τὸν δὴ περιάγουσα ἅμα τοῖσι Πέρσῃσι ἥλω ἡ νηῦς ἡ Σιδωνίη, ὥστε Πυθέην οὕτω σωθῆναι ἐς Αἴγιναν.
Thus, the Sidonian ship, carrying him about together with the Persians, was captured, so that Pytheas was in this way saved and returned to Aegina.
§8.92.2ὡς δὲ ἐσεῖδε τὴν νέα τὴν Ἀττικὴν ὁ Πολύκριτος, ἔγνω τὸ σημήιον ἰδὼν τῆς στρατηγίδος, καὶ βώσας τὸν Θεμιστοκλέα ἐπεκερτόμησε ἐς τῶν Αἰγινητέων τὸν μηδισμὸν ὀνειδίζων.
When Polycritus saw the Attic ship, he recognized it upon seeing the sign of the flagship, and shouting to Themistocles, he mocked him, reproaching him with the charge of Medism against the Aeginetans.
ταῦτα μέν νυν νηὶ ἐμβαλὼν ὁ Πολύκριτος ἀπέρριψε ἐς Θεμιστοκλέα· οἱ δὲ βάρβαροι τῶν αἱ νέες περιεγένοντο, φεύγοντες ἀπίκοντο ἐς Φάληρον ὑπὸ τὸν πεζὸν στρατόν.
These words then Polycritus, while ramming a ship, flung out at Themistocles; but those of the barbarians whose ships survived, fled and arrived at Phalerum under the protection of the land army.