§8.107.1Ξέρξης δὲ ὡς τοὺς παῖδας ἐπέτρεψε Ἀρτεμισίῃ ἀπάγειν ἐς Ἔφεσον, καλέσας Μαρδόνιον ἐκέλευσέ μιν τῆς στρατιῆς διαλέγειν τοὺς βούλεται, καὶ ποιέειν τοῖσι λόγοισι τὰ ἔργα πειρώμενον ὅμοια.
When Xerxes had entrusted his children to Artemisia to take away to Ephesus, he called Mardonius and ordered him to choose from the army whomever he wished, and to endeavor to make his deeds match his words.
ταύτην μὲν τὴν ἡμέρην ἐς τοσοῦτο ἐγίνετο, τῆς δὲ νυκτὸς κελεύσαντος βασιλέος τὰς νέας οἱ στρατηγοὶ ἐκ τοῦ Φαλήρου ἀπῆγον ὀπίσω ἐς τὸν Ἑλλήσποντον ὡς τάχεος εἶχε ἕκαστος, διαφυλαξούσας τὰς σχεδίας πορευθῆναι βασιλέι.
For that day, things went only so far; but when night came, by the king's command, the generals withdrew the ships from Phalerum back to the Hellespont, each as fast as he could, to guard the bridges for the king to cross.
§8.107.2ἐπεὶ δὲ ἀγχοῦ ἦσαν Ζωστῆρος πλέοντες οἱ βάρβαροι, ἀνατείνουσι γὰρ ἄκραι λεπταὶ τῆς ἠπείρου ταύτης, ἔδοξάν τε νέας εἶναι καὶ ἔφευγον ἐπὶ πολλόν· χρόνῳ δὲ μαθόντες ὅτι οὐ νέες εἶεν ἀλλʼ ἄκραι, συλλεχθέντες ἐκομίζοντο.
When the barbarians in their sailing were near Zoster—for thin spits of land stretch out from this continent—these spits of land seemed to them to be ships, and they fled for a long distance; but learning in time that they were not ships but spits of land, they gathered together and continued their voyage.