§8.106.1ὡς δὲ τὸ στράτευμα τὸ Περσικὸν ὅρμα βασιλεὺς ἐπὶ τὰς Ἀθήνας ἐὼν ἐν Σάρδισι, ἐνθαῦτα καταβὰς κατὰ δή τι πρῆγμα ὁ Ἑρμότιμος ἐς γῆν τὴν Μυσίην, τὴν Χῖοι μὲν νέμονται Ἀταρνεὺς δὲ καλέεται, εὑρίσκει τὸν Πανιώνιον ἐνθαῦτα.
When the Persian army was setting out against Athens and the king was in Sardis, Hermotimus, having gone down on some business or other to the Mysian land, which the Chians possess and is called Atarneus, found Panionius there.
§8.106.2ἐπιγνοὺς δὲ ἔλεγε πρὸς αὐτὸν πολλοὺς καὶ φιλίους λόγους, πρῶτα μέν οἱ καταλέγων ὅσα αὐτὸς διʼ ἐκεῖνον ἔχοι ἀγαθά, δεύτερα δέ οἱ ὑπισχνεύμενος ἀντὶ τούτων ὅσα μιν ἀγαθὰ ποιήσει ἢν κομίσας τοὺς οἰκέτας οἰκέῃ ἐκείνῃ, ὥστε ὑποδεξάμενον ἄσμενον τοὺς λόγους τὸν Πανιώνιον κομίσαι τὰ τέκνα καὶ τὴν γυναῖκα.
Recognizing him, he spoke many friendly words to him, first enumerating to him how many good things he himself had thanks to him, and secondly promising him in return for these how many good things he would do for him if he brought his household and lived there; with the result that Panionius, gladly accepting his words, brought his children and his wife.
§8.106.3ὡς δὲ ἄρα πανοικίῃ μιν περιέλαβε, ἔλεγε ὁ Ἑρμότιμος τάδε. ὦ πάντων ἀνδρῶν ἤδη μάλιστα ἀπʼ ἔργων ἀνοσιωτάτων τὸν βίον κτησάμενε, τί σε ἐγὼ κακὸν ἢ αὐτὸς ἢ τῶν ἐμῶν τίς σε προγόνων ἐργάσατο, ἢ σὲ ἢ τῶν σῶν τινα, ὅτι με ἀντʼ ἀνδρὸς ἐποίησας τὸ μηδὲν εἶναι;
When he had thus got him in his power along with his whole household, Hermotimus said these words: "O you who of all men have made your living from the most impious deeds, what evil did I myself or any of my ancestors do to you, or to any of yours, that you made me nothing instead of a man?
ἐδόκεές τε θεοὺς λήσειν οἷα ἐμηχανῶ τότε·
Did you think that you would escape the notice of the gods in what you were plotting then?
οἳ σε ποιήσαντα ἀνόσια, νόμῳ δικαίῳ χρεώμενοι, ὑπήγαγον ἐς χεῖρας τὰς ἐμάς, ὥστε σε μὴ μέμψασθαι τὴν ἀπʼ ἐμέο τοι ἐσομένην δίκην. §8.106.4ὡς δέ οἱ ταῦτα ὠνείδισε, ἀχθέντων τῶν παίδων ἐς ὄψιν ἠναγκάζετο ὁ Πανιώνιος τῶν ἑωυτοῦ παίδων τεσσέρων ἐόντων τὰ αἰδοῖα ἀποτάμνειν, ἀναγκαζόμενος δὲ ἐποίεε ταῦτα·
They, using a just law, have delivered you, who did impious things, into my hands, so that you cannot complain of the justice that will come to you from me." When he had reproached him with these things, the children were brought into sight, and Panionius was forced to cut off the genitals of his own children, who were four in number; and being forced, he did this.
αὐτοῦ τε, ὡς ταῦτα ἐργάσατο, οἱ παῖδες ἀναγκαζόμενοι ἀπέταμνον.
And when he had done this, his children, being forced, cut off his own.
Πανιώνιον μέν νυν οὕτω περιῆλθε ἥ τε τίσις καὶ Ἑρμότιμος.
Thus it was that vengeance and Hermotimus overtook Panionius.