§7.53.1ταῦτα εἴπας καὶ Ἀρτάβανον ἀποστείλας ἐς Σοῦσα δεύτερα μετεπέμψατο Ξέρξης Περσέων τοὺς δοκιμωτάτους·
Having said this and sent Artabanus away to Susa, Xerxes next summoned the most esteemed of the Persians.
ἐπεὶ δέ οἱ παρῆσαν, ἔλεγέ σφι τάδε. ὦ Πέρσαι, τῶνδʼ ἐγὼ ὑμέων χρηίζων συνέλεξα, ἄνδρας τε γενέσθαι ἀγαθοὺς καὶ μὴ καταισχύνειν τὰ πρόσθε ἐργασμένα Πέρσῃσι, ἐόντα μεγάλα τε καὶ πολλοῦ ἄξια, ἀλλʼ εἷς τε ἕκαστος καὶ οἱ σύμπαντες προθυμίην ἔχωμεν· ξυνὸν γὰρ πᾶσι τοῦτο ἀγαθὸν σπεύδεται.
When they were present, he spoke to them as follows: "O Persians, I have assembled you because I desire this of you: that you prove yourselves brave men and do not disgrace the former achievements of the Persians, which are great and of much worth; rather, let each and every one of us and all together hold fast to our enthusiasm, for this is pursued as a common good for all.
§7.53.2τῶνδε δὲ εἵνεκα προαγορεύω ἀντέχεσθαι τοῦ πολέμου ἐντεταμένως· ὡς γὰρ ἐγὼ πυνθάνομαι, ἐπʼ ἄνδρας στρατευόμεθα ἀγαθούς, τῶν ἢν κρατήσωμεν, οὐ μή τις ἡμῖν ἄλλος στρατὸς ἀντιστῇ κοτε ἀνθρώπων.
For the following reason I charge you to apply yourselves strenuously to the war: for as I understand, we are marching against brave men, and if we conquer them, no other army of men will ever stand against us.
νῦν δὲ διαβαίνωμεν ἐπευξάμενοι τοῖσι θεοῖσι οἳ Πέρσας λελόγχασι.
Now, let us cross over, after offering prayers to the gods who have Persia in their keeping."