§7.52.1ἀμείβεται πρὸς ταῦτα Ξέρξης
Ἀρτάβανε, τῶν ἀπεφήναο γνωμέων σφάλλεαι κατὰ ταύτην δὴ μάλιστα, ὃς Ἴωνας φοβέαι μὴ μεταβάλωσι, τῶν ἔχομεν γνῶμα μέγιστον, τῶν σύ τε μάρτυς γίνεαι καὶ οἱ συστρατευσάμενοι Δαρείῳ ἄλλοι ἐπὶ Σκύθας, ὅτι ἐπὶ τούτοισι ἡ πᾶσα Περσικὴ στρατιὴ ἐγένετο διαφθεῖραι καὶ περιποιῆσαι, οἳ δὲ δικαιοσύνην καὶ πιστότητα ἐνέδωκαν, ἄχαρι δὲ οὐδέν.
Xerxes answered to this: "Artabanus, of the opinions which you have expressed, you are most of all mistaken in this very one, in that you fear the Ionians lest they change sides. We have the greatest proof of them, of which you yourself and the others who marched with Darius against the Scythians are witnesses: that the entire Persian army was in their power either to destroy or to save, and yet they showed justice and loyalty, and nothing unfriendly.
§7.52.2πάρεξ δὲ τούτου, ἐν τῇ ἡμετέρῃ καταλιπόντας τέκνα καὶ γυναῖκας καὶ χρήματα οὐδʼ ἐπιλέγεσθαι χρὴ νεώτερόν τι ποιήσειν.
Besides this, since they have left their children, wives, and property in our land, we should not even suspect that they will attempt any revolution.
οὕτω μηδὲ τοῦτο φοβέο, ἀλλὰ θυμὸν ἔχων ἀγαθὸν σῶζε οἶκόν τε τὸν ἐμὸν καὶ τυραννίδα τὴν ἐμήν· σοὶ γὰρ ἐγὼ μούνῳ ἐκ πάντων σκῆπτρα τὰ ἐμὰ ἐπιτράπω.
Therefore, do not fear this either, but keep a good heart and guard both my house and my sovereignty; for to you alone of all men do I entrust my sceptre."