§7.54.1ταύτην μὲν τὴν ἡμέρην παρεσκευάζοντο ἐς τὴν διάβασιν· τῇ δὲ ὑστεραίῃ ἀνέμενον τὸν ἥλιον ἐθέλοντες ἰδέσθαι ἀνίσχοντα, θυμιήματά τε παντοῖα ἐπὶ τῶν γεφυρέων καταγίζοντες καὶ μυρσίνῃσι στορνύντες τὴν ὁδόν.
On this day they made preparations for the crossing; but on the following day they waited for the sun, wishing to see it rising, while they burned all kinds of incense upon the bridges and strewed the road with myrtle branches.
§7.54.2ὡς δʼ ἐπανέτελλε ὁ ἥλιος, σπένδων ἐκ χρυσέης φιάλης Ξέρξης ἐς τὴν θάλασσαν εὔχετο πρὸς τὸν ἥλιον μηδεμίαν οἱ συντυχίην τοιαύτην γενέσθαι, ἥ μιν παύσει καταστρέψασθαι τὴν Εὐρώπην πρότερον ἢ ἐπὶ τέρμασι τοῖσι ἐκείνης γένηται.
And as the sun was rising, Xerxes, pouring a libation from a golden cup into the sea, prayed to the sun that no such accident might befall him as should stay him from conquering Europe before he should reach its furthest limits.
εὐξάμενος δὲ ἐσέβαλε τὴν φιάλην ἐς τὸν Ἑλλήσποντον καὶ χρύσεον κρητῆρα καὶ Περσικὸν ξίφος, τὸν ἀκινάκην καλέουσι.
Having prayed, he cast the cup into the Hellespont, and with it a golden mixing-bowl and a Persian sword, which they call akinakes.
§7.54.3ταῦτα οὐκ ἔχω ἀτρεκέως διακρῖναι οὔτε εἰ τῷ ἡλίῳ ἀνατιθεὶς κατῆκε ἐς τὸ πέλαγος, οὔτε εἰ μετεμέλησέ οἱ τὸν Ἑλλήσποντον μαστιγώσαντι καὶ ἀντὶ τούτων τὴν θάλασσαν ἐδωρέετο.
I cannot decide with certainty whether he cast these into the sea as an offering dedicated to the sun, or whether he had repented of having scourged the Hellespont and was presenting gifts to the sea in recompense for this.