§7.136.1ταῦτα μὲν Ὑδάρνεα ἀμείψαντο.
Thus they answered Hydarnes.
ἐνθεῦτεν δὲ ὡς ἀνέβησαν ἐς Σοῦσα καὶ βασιλέι ἐς ὄψιν ἦλθον, πρῶτα μὲν τῶν δορυφόρων κελευόντων καὶ ἀνάγκην σφι προσφερόντων προσκυνέειν βασιλέα προσπίπτοντας, οὐκ ἔφασαν ὠθεόμενοι ὑπʼ αὐτῶν ἐπὶ κεφαλὴν ποιήσειν ταῦτα οὐδαμά· οὔτε γὰρ σφίσι ἐν νόμῳ εἶναι ἄνθρωπον προσκυνέειν οὔτε κατὰ ταῦτα ἥκειν.
From there, when they went up to Susa and came into the presence of the King, first, when the bodyguards ordered them and tried to force them to fall down and do obeisance to the King, they refused, even though they were being pushed down on their heads by them, saying they would never do this; for it was not in their custom to worship a human being, nor had they come for this purpose.
ὡς δὲ ἀπεμαχέσαντο τοῦτο, δεύτερά σφι λέγουσι τάδε καὶ λόγου τοιοῦδε ἐχόμενα §7.136.2ὦ βασιλεῦ Μήδων, ἔπεμψαν ἡμέας Λακεδαιμόνιοι ἀντὶ τῶν ἐν Σπάρτῃ ἀπολομένων κηρύκων ποινὴν ἐκείνων τίσοντας,
λέγουσι δὲ αὐτοῖσι ταῦτα Ξέρξης ὑπὸ μεγαλοφροσύνης οὐκ ἔφη ὅμοιος ἔσεσθαι Λακεδαιμονίοισι· κείνους μὲν γὰρ συγχέαι τὰ πάντων ἀνθρώπων νόμιμα ἀποκτείναντας κήρυκας, αὐτὸς δὲ τὰ ἐκείνοισι ἐπιπλήσσει ταῦτα οὐ ποιήσειν, οὐδὲ ἀνταποκτείνας ἐκείνους ἀπολύσειν Λακεδαιμονίους τῆς αἰτίης.
Having successfully resisted this, they then spoke to him these words, which contained the following meaning: "O King of the Medes, the Lacedaemonians have sent us in place of the heralds who were killed in Sparta, to pay the penalty for them." When they said this, Xerxes, out of greatness of mind, said that he would not be like the Lacedaemonians; for while they had confounded the laws of all mankind by killing heralds, he himself would not do those very things for which he blamed them, nor would he, by killing them in return, release the Lacedaemonians from their guilt.