§7.135.1αὕτη τε ἡ τόλμα τούτων τῶν ἀνδρῶν θώματος ἀξίη καὶ τάδε πρὸς τούτοισι τὰ ἔπεα.
This bold deed of these men is worthy of wonder, and so too are these words of theirs in addition to it.
πορευόμενοι γὰρ ἐς Σοῦσα ἀπικνέονται παρὰ Ὑδάρνεα·
For as they were traveling to Susa, they arrived at the house of Hydarnes.
ὁ δὲ Ὑδάρνης ἦν μὲν γένος Πέρσης, στρατηγὸς δὲ τῶν παραθαλασσίων ἀνθρώπων τῶν ἐν τῇ Ἀσίῃ· ὅς σφεας ξείνια προθέμενος ἱστία, ξεινίζων δὲ εἴρετο τάδε. §7.135.2ἄνδρες Λακεδαιμόνιοι, τί δὴ φεύγετε βασιλέι φίλοι γενέσθαι;
This Hydarnes was a Persian by birth and general of the coastal people in Asia; he offered them hospitality and entertained them, and while entertaining them, he asked them the following: "Lacedaemonian men, why do you refuse to become friends to the King?
ὁρᾶτε γὰρ ὡς ἐπίσταται βασιλεὺς ἄνδρας ἀγαθοὺς τιμᾶν, ἐς ἐμέ τε καὶ τὰ ἐμὰ πρήγματα ἀποβλέποντες.
For you can see how well the King knows how to honor good men, by looking at me and my affairs.
οὕτω δὲ καὶ ὑμεῖς εἰ δοίητε ὑμέας αὐτοὺς βασιλέι, δεδόξωσθε γὰρ πρὸς αὐτοῦ ἄνδρες εἶναι ἀγαθοί, ἕκαστος ἂν ὑμέων ἄρχοι γῆς Ἑλλάδος δόντος βασιλέος. §7.135.3πρὸς ταῦτα ὑπεκρίναντο τάδε.
Thus, if you too would give yourselves to the King, since you are already esteemed by him as good men, each of you would rule over a part of Greece, the King giving it to you." To this they answered as follows: "Hydarnes, the advice you offer us does not come from equal ground.
Ὕδαρνες, οὐκ ἐξ ἴσου γίνεται ἡ συμβουλίη ἡ ἐς ἡμέας τείνουσα. τοῦ μὲν γὰρ πεπειρημένος συμβουλεύεις, τοῦ δὲ ἄπειρος ἐών· τὸ μὲν γὰρ δοῦλος εἶναι ἐξεπίστεαι, ἐλευθερίης δὲ οὔκω ἐπειρήθης, οὔτʼ εἰ ἔστι γλυκὺ οὔτʼ εἰ μή.
For you advise us having experienced the one, but being inexperienced in the other; you know well what it is to be a slave, but you have not yet experienced freedom, whether it is sweet or not.
εἰ γὰρ αὐτῆς πειρήσαιο, οὐκ ἂν δόρασι συμβουλεύοις ἡμῖν περὶ αὐτῆς μάχεσθαι, ἀλλὰ καὶ πελέκεσι.
For if you should ever experience it, you would advise us to fight for it not only with spears, but even with axes."