§6.129.1ὡς δὲ ἡ κυρίη ἐγένετο τῶν ἡμερέων τῆς τε κατακλίσιος τοῦ γάμου καὶ ἐκφάσιος αὐτοῦ Κλεισθένεος τὸν κρίνοι ἐκ πάντων, θύσας βοῦς ἑκατὸν ὁ Κλεισθένης εὐώχεε αὐτούς τε τοὺς μνηστῆρας καὶ Σικυωνίους πάντας.
When the appointed day arrived for the banquet of the marriage and for Cleisthenes himself to declare whom he would choose from them all, Cleisthenes, having sacrificed a hundred oxen, feasted both the suitors themselves and all the Sicyonians.
§6.129.2ὡς δὲ ἀπὸ δείπνου ἐγίνοντο, οἱ μνηστῆρες ἔριν εἶχον ἀμφί τε μουσικῇ καὶ τῷ λεγομένῳ ἐς τὸ μέσον.
When they had finished their dinner, the suitors engaged in a contest concerning music and the conversation held in common.
προϊούσης δὲ τῆς πόσιος κατέχων πολλὸν τοὺς ἄλλους ὁ Ἱπποκλείδης ἐκέλευσέ οἱ τὸν αὐλητὴν αὐλῆσαι ἐμμελείην, πειθομένου δὲ τοῦ αὐλητέω ὀρχήσατο.
As the drinking progressed, Hippocleides, who was greatly dominating the others, ordered the flute-player to play an emmeleia for him, and when the flute-player complied, he began to dance.
καί κως ἑωυτῷ μὲν ἀρεστῶς ὀρχέετο, ὁ Κλεισθένης δὲ ὁρέων ὅλον τὸ πρῆγμα ὑπώπτευε.
And somehow he danced to his own satisfaction, but Cleisthenes, looking at the whole matter, viewed it with suspicion.
§6.129.3μετὰ δὲ ἐπισχὼν ὁ Ἱπποκλείδης χρόνον ἐκέλευσε τινὰ τράπεζαν ἐσενεῖκαι, ἐσελθούσης δὲ τῆς τραπέζης πρῶτα μὲν ἐπʼ αὐτῆς ὀρχήσατο Λακωνικὰ σχημάτια, μετὰ δὲ ἄλλα Ἀττικά, τὸ τρίτον δὲ τὴν κεφαλὴν ἐρείσας ἐπὶ τὴν τράπεζαν τοῖσι σκέλεσι ἐχειρονόμησε.
Then, after pausing for a while, Hippocleides ordered a table to be brought in, and when the table had been brought in, he first danced Laconian figures on it, then other Attic ones, and thirdly, resting his head upon the table, he gesticulated with his legs.
§6.129.4Κλεισθένης δὲ τὰ μὲν πρῶτα καὶ τὰ δεύτερα ὀρχεομένου, ἀποστυγέων γαμβρὸν ἄν οἱ ἔτι γενέσθαι Ἱπποκλείδεα διὰ τήν τε ὄρχησιν καὶ τὴν ἀναιδείην, κατεῖχε ἑωυτόν, οὐ βουλόμενος ἐκραγῆναι ἐς αὐτόν· ὡς δὲ εἶδε τοῖσι σκέλεσι χειρονομήσαντα, οὐκέτι κατέχειν δυνάμενος εἶπε
ὦ παῖ Τισάνδρου, ἀπορχήσαό γε μὲν τὸν γάμον. ὁ δὲ Ἱπποκλείδης ὑπολαβὼν εἶπε
οὐ φροντὶς Ἱπποκλείδῃ. ἀπὸ τούτου μὲν τοῦτο ὀνομάζεται.
Now Cleisthenes, while he was dancing the first and second times, although loathing the idea that Hippocleides should still become his son-in-law because of his dancing and shamelessness, restrained himself, not wishing to burst out against him; but when he saw him gesticulating with his legs, being no longer able to restrain himself, he said, "O son of Tisander, you have danced away your marriage!" But Hippocleides answered, "Hippocleides does not care!" From this circumstance, this has become a saying.