§6.130.1Κλεισθένης δὲ σιγὴν ποιησάμενος ἔλεξε ἐς μέσον τάδε. ἄνδρες παιδὸς τῆς ἐμῆς μνηστῆρες, ἐγὼ καὶ πάντας ὑμέας ἐπαινέω καὶ πᾶσι ὑμῖν, εἰ οἷόν τε εἴη, χαριζοίμην ἄν, μήτʼ ἕνα ὑμέων ἐξαίρετον ἀποκρίνων μήτε τοὺς λοιποὺς ἀποδοκιμάζων.
Cleisthenes, having obtained silence, spoke to the assembly as follows: "Gentlemen, suitors of my daughter, I both praise all of you, and to all of you, if it were possible, I would gladly do a favor, neither choosing one of you as exceptional nor rejecting the rest.
§6.130.2ἀλλʼ οὐ γὰρ οἷά τε ἐστὶ μιῆς πέρι παρθένου βουλεύοντα πᾶσι κατὰ νόον ποιέειν, τοῖσι μὲν ὑμέων ἀπελαυνομένοισι τοῦδε τοῦ γάμου τάλαντον ἀργυρίου ἑκάστῳ δωρεὴν δίδωμι τῆς ἀξιώσιος εἵνεκα τῆς ἐξ ἐμεῦ γῆμαι καὶ τῆς ἐξ οἴκου ἀποδημίης, τῷ δὲ Ἀλκμέωνος Μεγακλέι ἐγγυῶ παῖδα τὴν ἐμὴν Ἀγαρίστην νόμοισι τοῖσι Ἀθηναίων. φαμένου δὲ ἐγγυᾶσθαι Μεγακλέος ἐκεκύρωτο ὁ γάμος Κλεισθένεϊ.
But since it is not possible, when deciding about a single maiden, to act according to the mind of all, to those of you who are rejected from this marriage I give to each a talent of silver as a gift, because of your deeming it worthy to marry from me and because of your journey away from home; and to Megacles, son of Alcmeon, I betroth my daughter Agariste according to the laws of the Athenians." When Megacles declared that he accepted the betrothal, the marriage was ratified for Cleisthenes.