§6.128.1τοσοῦτοι μὲν ἐγένοντο οἱ μνηστῆρες.
Such was the number of the suitors.
ἀπικομένων δὲ τούτων ἐς τὴν προειρημένην ἡμέρην, ὁ Κλεισθένης πρῶτα μὲν τὰς πάτρας τε αὐτῶν ἀνεπύθετο καὶ γένος ἑκάστου, μετὰ δὲ κατέχων ἐνιαυτὸν διεπειρᾶτο αὐτῶν τῆς τε ἀνδραγαθίης καὶ τῆς ὀργῆς καὶ παιδεύσιός τε καὶ τρόπου, καὶ ἑνὶ ἑκάστῳ ἰὼν ἐς συνουσίην καὶ συνάπασι, καὶ ἐς γυμνάσιά τε ἐξαγινέων ὅσοι ἦσαν αὐτῶν νεώτεροι, καὶ τό γε μέγιστον, ἐν τῇ συνεστίῃ διεπειρᾶτο· ὅσον γὰρ κατεῖχε χρόνον αὐτούς, τοῦτον πάντα ἐποίεε καὶ ἅμα ἐξείνιζε μεγαλοπρεπέως.
When these had arrived on the appointed day, Cleisthenes first of all inquired of their native cities and the lineage of each; and then, detaining them for a year, he put to the test their manly virtue, their temper, their education, and their character, both by associating with them individually and all together, and by taking out such of them as were younger to the gymnasia, and above all, he tested them at the banquet; for during all the time that he detained them, he did this, and at the same time entertained them magnificently.
§6.128.2καὶ δή κου μάλιστα τῶν μνηστήρων ἠρέσκοντο οἱ ἀπʼ Ἀθηνέων ἀπιγμένοι, καὶ τούτων μᾶλλον Ἱπποκλείδης ὁ Τισάνδρου καὶ κατʼ ἀνδραγαθίην ἐκρίνετο καὶ ὅτι τὸ ἀνέκαθεν τοῖσι ἐν Κορίνθῳ Κυψελίδῃσι ἦν προσήκων.
And indeed, of the suitors, those who had come from Athens pleased him most of all, and of these especially Hippocleides the son of Tisander, who was preferred both for his manly virtue and because he was related of old to the Cypselids in Corinth.