§6.129.1ὡς δὲ ἡ κυρίη ἐγένετο τῶν ἡμερέων τῆς τε κατακλίσιος τοῦ γάμου καὶ ἐκφάσιος αὐτοῦ Κλεισθένεος τὸν κρίνοι ἐκ πάντων, θύσας βοῦς ἑκατὸν ὁ Κλεισθένης εὐώχεε αὐτούς τε τοὺς μνηστῆρας καὶ Σικυωνίους πάντας.
当成婚的宴席以及克勒伊斯底尼斯本人宣布他从所有人中挑选谁的决定之日到来时,克勒伊斯底尼斯献祭了一百头公牛,款待了求婚者们自己以及所有的锡库翁人。
§6.129.2ὡς δὲ ἀπὸ δείπνου ἐγίνοντο, οἱ μνηστῆρες ἔριν εἶχον ἀμφί τε μουσικῇ καὶ τῷ λεγομένῳ ἐς τὸ μέσον.
宴罢之后,求婚者们就音乐和在座众人谈论的话题展开了竞争。
προϊούσης δὲ τῆς πόσιος κατέχων πολλὸν τοὺς ἄλλους ὁ Ἱπποκλείδης ἐκέλευσέ οἱ τὸν αὐλητὴν αὐλῆσαι ἐμμελείην, πειθομένου δὲ τοῦ αὐλητέω ὀρχήσατο.
随着酒宴的深入,在大为压倒其他人的希波克勒伊德斯命令笛手为他演奏一首恩美莱亚舞曲,当笛手遵从时,他就跳起舞来。
καί κως ἑωυτῷ μὲν ἀρεστῶς ὀρχέετο, ὁ Κλεισθένης δὲ ὁρέων ὅλον τὸ πρῆγμα ὑπώπτευε.
尽管他跳得让自己颇为满意,但克勒伊斯底尼斯看着这一切,心中产生了疑虑。
§6.129.3μετὰ δὲ ἐπισχὼν ὁ Ἱπποκλείδης χρόνον ἐκέλευσε τινὰ τράπεζαν ἐσενεῖκαι, ἐσελθούσης δὲ τῆς τραπέζης πρῶτα μὲν ἐπʼ αὐτῆς ὀρχήσατο Λακωνικὰ σχημάτια, μετὰ δὲ ἄλλα Ἀττικά, τὸ τρίτον δὲ τὴν κεφαλὴν ἐρείσας ἐπὶ τὴν τράπεζαν τοῖσι σκέλεσι ἐχειρονόμησε.
随后,希波克勒伊德斯稍作停顿,便命令人抬进一张桌子。 桌子抬进来后,他先是在上面跳了拉科尼亚式的舞姿,接着又跳了其他的阿提卡式的舞姿,第三次则是将头顶在桌子上,用双腿做出各种手势般的手势。
§6.129.4Κλεισθένης δὲ τὰ μὲν πρῶτα καὶ τὰ δεύτερα ὀρχεομένου, ἀποστυγέων γαμβρὸν ἄν οἱ ἔτι γενέσθαι Ἱπποκλείδεα διὰ τήν τε ὄρχησιν καὶ τὴν ἀναιδείην, κατεῖχε ἑωυτόν, οὐ βουλόμενος ἐκραγῆναι ἐς αὐτόν·
克勒伊斯底尼斯在他跳第一和第二段舞时,虽然因其舞蹈和无耻而极度厌恶希波克勒伊德斯再成为自己的女婿,但他还是克制住自己,不想对他发作。
ὡς δὲ εἶδε τοῖσι σκέλεσι χειρονομήσαντα, οὐκέτι κατέχειν δυνάμενος εἶπε
ὦ παῖ Τισάνδρου, ἀπορχήσαό γε μὲν τὸν γάμον.
然而,当他看到他用双腿做出各种手势时,他再也克制不住了,说道:“提桑德罗斯之子啊,你用舞蹈把你的婚事跳没了!
ὁ δὲ Ἱπποκλείδης ὑπολαβὼν εἶπε
οὐ φροντὶς Ἱπποκλείδῃ.
”而希波克勒伊德斯接口说道:“希波克勒伊德斯不在乎。
ἀπὸ τούτου μὲν τοῦτο ὀνομάζεται.
”从此,这句话便成了一句俗语。