§6.110.1ταῦτα λέγων ὁ Μιλτιάδης προσκτᾶται τὸν Καλλίμαχον· προσγενομένης δὲ τοῦ πολεμάρχου τῆς γνώμης ἐκεκύρωτο συμβάλλειν.
By saying these things, Miltiades won Callimachus over; and when the vote of the polemarch was added, it was decided to join battle.
μετὰ δὲ οἱ στρατηγοὶ τῶν ἡ γνώμη ἔφερε συμβάλλειν, ὡς ἑκάστου αὐτῶν ἐγίνετο πρυτανηίη τῆς ἡμέρης, Μιλτιάδῃ παρεδίδοσαν· ὁ δὲ δεκόμενος οὔτι κω συμβολὴν ἐποιέετο, πρίν γε δὴ αὐτοῦ πρυτανηίη ἐγένετο.
Thereafter, those of the generals whose opinion inclined to joining battle, as each of them had his daily presidency, turned it over to Miltiades; and he, though accepting it, did not yet bring on a battle until his own turn to preside came.