§6.111.1ὡς δὲ ἐς ἐκεῖνον περιῆλθε, ἐνθαῦτα δὴ ἐτάσσοντο ὧδε οἱ Ἀθηναῖοι ὡς συμβαλέοντες· τοῦ μὲν δεξιοῦ κέρεος ἡγέετο ὁ πολέμαρχος Καλλίμαχος· ὁ γὰρ νόμος τότε εἶχε οὕτω τοῖσι Ἀθηναίοισι, τὸν πολέμαρχον ἔχειν κέρας τὸ δεξιόν·
When the presidency came round to him, then indeed the Athenians drew up their line in the following manner, intending to join battle: the polemarch Callimachus led the right wing, for the law at that time was so for the Athenians, that the polemarch should hold the right wing.
ἡγεομένου δὲ τούτου ἐξεδέκοντο ὡς ἀριθμέοντο αἱ φυλαὶ ἐχόμεναι ἀλληλέων, τελευταῖοι δὲ ἐτάσσοντο ἔχοντες τὸ εὐώνυμον κέρας Πλαταιέες.
As he led, the tribes succeeded in order as they were numbered, adjacent to one another, and the Plataeans were drawn up last, holding the left wing.
§6.111.2ἀπὸ ταύτης σφι τῆς μάχης, Ἀθηναίων θυσίας ἀναγόντων ἐς τὰς πανηγύριας τὰς ἐν τῇσι πεντετηρίσι γινομένας, κατεύχεται ὁ κῆρυξ ὁ Ἀθηναῖος ἅμα τε Ἀθηναίοισι λέγων γίνεσθαι τὰ ἀγαθὰ καὶ Πλαταιεῦσι.
From this battle, whenever the Athenians bring sacrifices to the festivals that take place every five years, the Athenian herald prays, pronouncing that good things should come to the Plataeans as well as to the Athenians.
§6.111.3τότε δὲ τασσομένων τῶν Ἀθηναίων ἐν τῷ Μαραθῶνι ἐγίνετο τοιόνδε τι· τὸ στρατόπεδον ἐξισούμενον τῷ Μηδικῷ στρατοπέδῳ, τὸ μὲν αὐτοῦ μέσον ἐγίνετο ἐπὶ τάξιας ὀλίγας, καὶ ταύτῃ ἦν ἀσθενέστατον τὸ στρατόπεδον, τὸ δὲ κέρας ἑκάτερον ἔρρωτο πλήθεϊ.
But at that time, as the Athenians were being drawn up at Marathon, the following happened: their army being made equal in length to the Persian army, the center of it was only a few ranks deep, and here the army was weakest, but each of the two wings was strong in numbers.