§5.21.1καὶ οὗτοι μὲν τούτῳ τῷ μόρῳ διεφθάρησαν, καὶ αὐτοὶ καὶ ἡ θεραπηίη αὐτῶν· εἵπετο γὰρ δή σφι καὶ ὀχήματα καὶ θεράποντες καὶ ἡ πᾶσα πολλὴ παρασκευή·
And these indeed were destroyed by this fate, both themselves and their retinue; for there followed them indeed both carriages and servants and all their vast equipment.
πάντα δὴ ταῦτα ἅμα πᾶσι ἐκείνοισι ἠφάνιστο.
All these things indeed vanished together with all of those men.
§5.21.2μετὰ δὲ χρόνῳ οὐ πολλῷ ὕστερον ζήτησις τῶν ἀνδρῶν τούτων μεγάλη ἐκ τῶν Περσέων ἐγίνετο, καί σφεας Ἀλέξανδρος κατέλαβε σοφίῃ, χρήματά τε δοὺς πολλὰ καὶ τὴν ἑωυτοῦ ἀδελφεὴν τῇ οὔνομα ἦν Γυγαίη· δοὺς δὲ ταῦτα κατέλαβε ὁ Ἀλέξανδρος Βουβάρῃ ἀνδρὶ Πέρσῃ, τῶν διζημένων τοὺς ἀπολομένους τῷ στρατηγῷ.
And not long afterward, a great search for these men was made by the Persians, but Alexander stopped them by his cleverness, giving much money and his own sister whose name was Gygaea; by giving these things, Alexander won over Bubares, a Persian man, the general of those who were searching for the lost men.