§4.55.1ἕκτος δὲ Ὑπάκυρις ποταμός, ὃς ὁρμᾶται μὲν ἐκ λίμνης, διὰ μέσων δὲ τῶν νομάδων Σκυθέων ῥέων ἐκδιδοῖ κατὰ Καρκινῖτιν πόλιν, ἐς δεξιὴν ἀπέργων τήν τε Ὑλαίην καὶ τὸν Ἀχιλλήιον δρόμον καλεόμενον.
The sixth is the Hypacyris river, which starts from a lake, and flowing through the midst of the nomad Scythians, empties near the city of Carcinitis, shutting off on its right both Hylaea and the so-called Course of Achilles.