§4.56.1ἕβδομος δὲ Γέρρος ποταμὸς ἀπέσχισται μὲν ἀπὸ τοῦ Βορυσθένεος κατὰ τοῦτο τῆς χώρης ἐς ὃ γινώσκεται ὁ Βορυσθένης·
The seventh river is the Gerrhus, which branches off from the Borysthenes at that point of the country up to which the Borysthenes is known.
ἀπέσχισται μέν νυν ἐκ τούτου τοῦ χώρου, οὔνομα δὲ ἔχει τό περ ὁ χῶρος αὐτός, Γέρρος, ῥέων δὲ ἐς θάλασσαν οὐρίζει τήν τε τῶν νομάδων χώρην καὶ τὴν τῶν βασιληίων Σκυθέων, ἐκδιδοῖ δὲ ἐς τὸν Ὑπάκυριν.
Now, it branches off from this region, and has the same name as the region itself, Gerrhus; flowing towards the sea, it bounds both the territory of the Nomad Scythians and that of the Royal Scythians, and empties into the Hypacyris.