§4.54.1ταῦτα μὲν τὰ ἀπὸ τούτων τῶν ποταμῶν, μετὰ δὲ τούτους πέμπτος ποταμὸς ἄλλος, τῷ οὔνομα Παντικάπης, ῥέει μὲν καὶ οὗτος ἀπὸ βορέω τε καὶ ἐκ λίμνης, καὶ τὸ μεταξὺ τούτου τε καὶ τοῦ Βορυσθένεος νέμονται οἱ γεωργοὶ Σκύθαι, ἐκδιδοῖ δὲ ἐς τὴν Ὑβλαίην, παραμειψάμενος δὲ ταύτην τῷ Βορυσθένεϊ συμμίσγεται.
Such are the matters concerning these rivers; and after them there is another, a fifth river, whose name is Panticapes. This one also flows from the north and out of a lake, and the space between it and the Borysthenes is inhabited by the husbandmen Scythians. It empties into Hyblaea, and after passing through this, it joins the Borysthenes.