§4.137.1πρὸς ταῦτα Ἴωνες ἐβουλεύοντο.
In response to this, the Ionians held a council.
Μιλτιάδεω μὲν τοῦ Ἀθηναίου, στρατηγέοντος καὶ τυραννεύοντος Χερσονησιτέων τῶν ἐν Ἑλλησπόντῳ, ἦν γνώμη πείθεσθαι Σκύθῃσι καὶ ἐλευθεροῦν Ἰωνίην,
The opinion of Miltiades the Athenian, who was commander and tyrant of the Chersonesites on the Hellespont, was to follow the Scythians and free Ionia.
§4.137.2Ἱστιαίου δὲ τοῦ Μιλησίου ἐναντίη ταύτῃ, λέγοντος ὡς νῦν μὲν διὰ Δαρεῖον ἕκαστος αὐτῶν τυραννεύει πόλιος· τῆς Δαρείου δὲ δυνάμιος καταιρεθείσης οὔτε αὐτὸς Μιλησίων οἷος τε ἔσεσθαι ἄρχειν οὔτε ἄλλον οὐδένα οὐδαμῶν· βουλήσεσθαι γὰρ ἑκάστην τῶν πολίων δημοκρατέεσθαι μᾶλλον ἢ τυραννεύεσθαι.
But that of Histiaeus of Miletus was opposite to this; he said that now, thanks to Darius, each of them ruled as tyrant over a city, but if the power of Darius were overthrown, neither he himself would be able to rule the Milesians nor anyone else any other people, for each of the cities would prefer to be democratically governed rather than to be ruled by a tyrant.
§4.137.3Ἰστιαίου δὲ γνώμην ταύτην ἀποδεικνυμένου αὐτίκα πάντες ἦσαν τετραμμένοι πρὸς ταύτην τὴν γνώμην, πρότερον τὴν Μιλτιάδεω αἱρεόμενοι.
When Histiaeus expressed this opinion, immediately all of them turned to this opinion, though they had previously chosen that of Miltiades.