§4.136.1ἡμέρης δὲ γενομένης γνόντες οἱ ὑπολειφθέντες ὡς προδεδομένοι εἶεν ὑπὸ Δαρείου, χεῖράς τε προετείνοντο τοῖσι Σκύθῃσι καὶ ἔλεγον τὰ κατήκοντα·
When day came, those who had been left behind, realizing that they had been betrayed by Darius, stretched out their hands to the Scythians and explained the state of affairs.
οἳ δὲ ὡς ἤκουσαν ταῦτα τὴν ταχίστην συστραφέντες, αἵ τε δύο μοῖραι τῶν Σκυθέων καὶ ἡ μία καὶ Σαυρομάται καὶ Βουδῖνοι καὶ Γελωνοί, ἐδίωκον τοὺς Πέρσας ἰθὺ τοῦ Ἴστρου.
As soon as the Scythians heard this, they gathered together with all speed—both the two divisions of the Scythians and the single one, as well as the Sauromatae, the Budini, and the Geloni—and pursued the Persians straight toward the Ister.
§4.136.2ἅτε δὲ τοῦ Περσικοῦ μὲν τοῦ πολλοῦ ἐόντος πεζοῦ στρατοῦ καὶ τὰς ὁδοὺς οὐκ ἐπισταμένου, ὥστε οὐ τετμημενέων τῶν ὁδῶν, τοῦ δὲ Σκυθικοῦ ἱππότεω καὶ τὰ σύντομα τῆς ὁδοῦ ἐπισταμένου, ἁμαρτόντες ἀλλήλων, ἔφθησαν πολλῷ οἱ Σκύθαι τοὺς Πέρσας ἐπὶ τὴν γέφυραν ἀπικόμενοι.
And since the Persian army was mostly infantry and did not know the roads, the ways not having been cleared, while the Scythian army was cavalry and knew the shortest routes, they missed one another, and the Scythians arrived at the bridge far ahead of the Persians.
§4.136.3μαθόντες δὲ τοὺς Πέρσας οὔκω ἀπιγμένους ἔλεγον πρὸς τοὺς Ἴωνας ἐόντας ἐν τῇσι νηυσί
ἄνδρες Ἴωνες, αἵ τε ἡμέραι ὑμῖν τοῦ ἀριθμοῦ διοίχηνται καὶ οὐ ποιέετε δίκαια ἔτι παραμένοντες.
Learning that the Persians had not yet arrived, they spoke to the Ionians who were on the ships: "Men of Ionia, the days of your number have already passed, and you are not doing what is right by remaining here any longer.
§4.136.4ἀλλʼ ἐπεὶ πρότερον δειμαίνοντες ἐμένετε, νῦν λύσαντες τὸν πόρον τὴν ταχίστην ἄπιτε χαίροντες ἐλεύθεροι, θεοῖσί τε καὶ Σκύθῃσι εἰδότες χάριν.
But since you remained before out of fear, now break the passage with all speed and depart in joy as free men, giving thanks to the gods and to the Scythians.
τὸν δὲ πρότερον ἐόντα ὑμέων δεσπότην ἡμεῖς παραστησόμεθα οὕτω ὥστε ἐπὶ μηδαμοὺς ἔτι ἀνθρώπους αὐτὸν στρατεύσασθαι.
As for him who was formerly your master, we will bring him to such a pass that he will never again make war against any people."