§4.138.1ἦσαν δὲ οὗτοι οἱ διαφέροντές τε τὴν ψῆφον καὶ ἐόντες λόγου πρὸς βασιλέος, Ἑλλησποντίων μὲν τύραννοι Δάφνις τε Ἀβυδηνὸς καὶ Ἵπποκλος Λαμψακηνὸς καὶ Ἡρόφαντος Παριηνὸς καὶ Μητρόδωρος Προκοννήσιος καὶ Ἀρισταγόρης Κυζικηνὸς καὶ Ἀρίστων Βυζάντιος.
These were the ones who gave their vote and were held in estimation by the King: of the tyrants of the Hellespont, Daphnis of Abydos, Hippoclus of Lampsacus, Herophantus of Parium, Metrodorus of Proconnesus, Aristagoras of Cyzicus, and Ariston of Byzantium.
§4.138.2οὗτοι μὲν ἦσαν οἱ ἐξ Ἑλλησπόντου, ἀπʼ Ἰωνίης δὲ Στράττις τε Χῖος καὶ Αἰάκης Σάμιος καὶ Λαοδάμας Φωκαιεὺς καὶ Ἱστιαῖος Μιλήσιος, τοῦ ἦν γνώμη ἡ προκειμένη ἐναντίη τῇ Μιλτιάδεω.
These were those from the Hellespont; and from Ionia, Strattis of Chios, Aeaces of Samos, Laodamas of Phocaea, and Histiaeus of Miletus, whose opinion was the one proposed in opposition to that of Miltiades.
Αἰολέων δὲ παρῆν λόγιμος μοῦνος Ἀρισταγόρης, Κυμαῖος.
And of the Aeolians, the only man of note present was Aristagoras of Cyme.