§2.66.1πολλῶν δὲ ἐόντων ὁμοτρόφων τοῖσι ἀνθρώποισι θηρίων πολλῷ ἂν ἔτι πλέω ἐγίνετο, εἰ μὴ κατελάμβανε τοὺς αἰελούρους τοιάδε· ἐπεὰν τέκωσι αἱ θήλεαι, οὐκέτι φοιτέουσι παρὰ τοὺς ἔρσενας· οἳ δὲ διζήμενοι μίσγεσθαι αὐτῇσι οὐκ ἔχουσι.
Though there are many wild beasts that live with humans, they would have become much more numerous if such things as the following did not happen to the cats: when the females have given birth, they no longer resort to the males; and the males, though desiring to mate with them, are not able to do so.
§2.66.2πρὸς ὦν ταῦτα σοφίζονται τάδε· ἁρπάζοντες ἀπὸ τῶν θηλέων καὶ ὑπαιρεόμενοι τὰ τέκνα κτείνουσι, κτείναντες μέντοι οὐ πατέονται·
Therefore, they devise the following trick against this: they seize and steal away the young from the females and kill them; however, having killed them, they do not eat them.
αἳ δὲ στερισκόμεναι τῶν τέκνων, ἄλλων δὲ ἐπιθυμέουσαι, οὕτω δὴ ἀπικνέονται παρὰ τοὺς ἔρσενας· φιλότεκνον γὰρ τὸ θηρίον.
And the females, being deprived of their young and desiring to have others, in this way indeed come to the males; for the beast is fond of its offspring.
§2.66.3πυρκαϊῆς δὲ γενομένης θεῖα πρήγματα καταλαμβάνει τοὺς αἰελούρους· οἱ μὲν γὰρ Αἰγύπτιοι διαστάντες φυλακὰς ἔχουσι τῶν αἰελούρων, ἀμελήσαντες σβεννύναι τὸ καιόμενον, οἱ δὲ αἰέλουροι διαδύνοντες καὶ ὑπερθρώσκοντες τοὺς ἀνθρώπους ἐσάλλονται ἐς τὸ πῦρ.
But when a fire breaks out, extraordinary things befall the cats; for the Egyptians, standing at intervals, keep watch over the cats, neglecting to put out what is burning; but the cats, slipping through and leaping over the men, spring into the fire.
§2.66.4ταῦτα δὲ γινόμενα πένθεα μεγάλα τοὺς Αἰγυπτίους καταλαμβάνει.
When these things happen, great grief befalls the Egyptians.
ἐν ὁτέοισι δʼ ἂν οἰκίοισι αἰέλουρος ἀποθάνῃ ἀπὸ τοῦ αὐτομάτου, οἱ ἐνοικέοντες πάντες ξυρῶνται τὰς ὀφρύας μούνας, παρʼ ὁτέοισι δʼ ἂν κύων, πᾶν τὸ σῶμα καὶ τὴν κεφαλήν.
And in whatever house a cat dies a natural death, all the inhabitants shave their eyebrows only, but in whichever house a dog dies, they shave their whole body and their head.