§2.67.1ἀπάγονται δὲ οἱ αἰέλουροι ἀποφανόντες ἐς ἱρὰς στέγας, ἔνθα θάπτονται ταριχευθέντες, ἐν Βουβάστιπόλι· τὰς δὲ κύνας ἐν τῇ ἑωυτῶν ἕκαστοι πόλι θάπτουσι ἐν ἱρῇσι θήκῃσι.
And the cats, when they die, are carried away to sacred chambers, where they are buried after being embalmed, in the city of Bubastis; and dogs they bury each in their own city in sacred coffins.
ὣς δὲ αὕτως τῇσι κυσὶ οἱ ἰχνευταὶ θάπτονται.
In the very same way as the dogs, the ichneumons are buried.
τὰς δὲ μυγαλᾶς καὶ τοὺς ἴρηκας ἀπάγουσι ἐς Βουτοῦν πόλιν, τὰς δὲ ἴβις ἐς Ἑρμέω πόλιν.
But shrew-mice and hawks they carry away to the city of Buto, and ibises to the City of Hermes.
§2.67.2τὰς δὲ ἄρκτους ἐούσας σπανίας καὶ τοὺς λύκους οὐ πολλῷ τεῳ ἐόντας ἀλωπέκων μέζονας αὐτοῦ θάπτουσι τῇ ἂν εὑρεθέωσι κείμενοι.
And bears, which are rare, and wolves, which are not much bigger than foxes, they bury on the spot where they are found lying.