§2.45.1λέγουσι δὲ πολλὰ καὶ ἄλλα ἀνεπισκέπτως οἱ Ἕλληνες, εὐήθης δὲ αὐτῶν καὶ ὅδε ὁ μῦθος ἐστὶ τὸν περὶ τοῦ Ἡρακλέος λέγουσι, ὡς αὐτὸν ἀπικόμενον ἐς Αἴγυπτον στέψαντες οἱ Αἰγύπτιοι ὑπὸ πομπῆς ἐξῆγον ὡς θύσοντες τῷ Διί· τὸν δὲ τέως μὲν ἡσυχίην ἔχειν, ἐπεὶ δὲ αὐτοῦ πρὸς τῷ βωμῷ κατάρχοντο, ἐς ἀλκὴν τραπόμενον πάντας σφέας καταφονεῦσαι.
The Greeks say many other things without consideration, and this story which they tell about Heracles is also silly: namely, that when he arrived in Egypt, the Egyptians put wreaths on him and led him out in a procession to sacrifice him to Zeus; and for a while he kept quiet, but when they began the preparatory rites upon him at the altar, he turned to defense and slaughtered them all.
§2.45.2ἐμοὶ μέν νυν δοκέουσι ταῦτα λέγοντες τῆς Αἰγυπτίων φύσιος καὶ τῶν νόμων πάμπαν ἀπείρως ἔχειν οἱ Ἕλληνες· τοῖσι γὰρ οὐδὲ κτήνεα ὁσίη θύειν ἐστὶ χωρὶς ὑῶν καὶ ἐρσένων βοῶν καὶ μόσχων, ὅσοι ἂν καθαροὶ ἔωσι, καὶ χηνῶν, κῶς ἂν οὗτοι ἀνθρώπους θύοιεν;
Now in saying this, the Greeks seem to me to be entirely ignorant of the nature and laws of the Egyptians; for since it is not permitted for them to sacrifice even beasts, except for pigs, male cattle, calves (such as are clean), and geese, how could they sacrifice human beings?
§2.45.3ἔτι δὲ ἕνα ἐόντα τὸν Ἡρακλέα καὶ ἔτι ἄνθρωπον, ὡς δὴ φασί, κῶς φύσιν ἔχει πολλὰς μυριάδας φονεῦσαι;
And besides, since Heracles was but one, and still only a man, as they say, how is it natural for him to have slaughtered many tens of thousands?
καὶ περὶ μὲν τούτων τοσαῦτα ἡμῖν εἰποῦσι καὶ παρὰ τῶν θεῶν καὶ παρὰ τῶν ἡρώων εὐμένεια εἴη.
And about these matters, let so much be said by us, and may we have the goodwill of both gods and heroes.