§1.62.1ἐξ Ἐρετρίης δὲ ὁρμηθέντες διὰ ἑνδεκάτου ἔτεος ἀπίκοντο ὀπίσω, καὶ πρῶτον τῆς Ἀττικῆς ἴσχουσι Μαραθῶνα.
Setting out from Eretria, they returned in the eleventh year, and first of all in Attica they occupied Marathon.
ἐν δὲ τούτῳ τῷ χώρῳ σφι στρατοπεδευομένοισι οἵ τε ἐκ τοῦ ἄστεος στασιῶται ἀπίκοντο ἄλλοι τε ἐκ τῶν δήμων προσέρρεον, τοῖσι ἡ τυραννὶς πρὸ ἐλευθερίης ἦν ἀσπαστότερον.
While they were encamped in this place, their partisans from the city arrived, and others streamed in from the demes, to whom tyranny was more welcome than freedom.
§1.62.2οὗτοι μὲν δὴ συνηλίζοντο, Ἀθηναίων δὲ οἱ ἐκ τοῦ ἄστεος, ἕως μὲν Πεισίστρατος τὰ χρήματα ἤγειρε, καὶ μεταῦτις ὡς ἔσχε Μαραθῶνα, λόγον οὐδένα εἶχον·
These, then, were assembling; but the Athenians from the city, as long as Pisistratus was collecting the money, and afterward when he held Marathon, paid no attention.
ἐπείτε δὲ ἐπύθοντο ἐκ τοῦ Μαραθῶνος αὐτὸν πορεύεσθαι ἐπὶ τὸ ἄστυ, οὕτω δὴ βοηθέουσι ἐπʼ αὐτόν.
But when they learned that he was marching from Marathon against the city, only then did they march out to defend themselves against him.
§1.62.3καὶ οὗτοί τε πανστρατιῇ ἤισαν ἐπὶ τοὺς κατιόντας καὶ οἱ ἀμφὶ Πεισίστρατον, ὡς ὁρμηθέντες ἐκ Μαραθῶνος ἤισαν ἐπὶ τὸ ἄστυ, ἐς τὠυτὸ συνιόντες ἀπικνέονται ἐπὶ Παλληνίδος Ἀθηναίης ἱρόν, καὶ ἀντία ἔθεντο τὰ ὅπλα.
And these went with their whole army against those who were returning, and those around Pisistratus, having set out from Marathon, were marching against the city; coming together at the same place, they arrived at the temple of Athena of Pallene, and drew up their arms opposite each other.
§1.62.4ἐνθαῦτα θείῃ πομπῇ χρεώμενος παρίσταται Πεισιστράτῳ Ἀμφίλυτος ὁ Ἀκαρνὰν χρησμολόγος ἀνήρ, ὅς οἱ προσιὼν χρᾷ ἐν ἑξαμέτρῳ τόνῳ τάδε λέγων· "
ἔρριπται δʼ ὁ βόλος, τὸ δὲ δίκτυον ἐκπεπέτασται,
θύννοι δʼ οἰμήσουσι σεληναίης διὰ νυκτός.
There, guided by a divine impulse, Amphilytus the Acarnanian, a seer, presented himself before Pisistratus, and approaching him, pronounced an oracle in hexameter verse, saying thus: "The cast has been made, and the net has been spread, and the tunnies will dart through the moonlit night.
"
"