§1.194.1τὸ δὲ ἁπάντων θῶμα μέγιστόν μοι ἐστὶ τῶν ταύτῃ μετά γε αὐτὴν τὴν πόλιν, ἔρχομαι φράσων·
And now I will proceed to tell of that which is to me the greatest wonder of this country, after the city itself.
τὰ πλοῖα αὐτοῖσι ἐστὶ τὰ κατὰ τὸν ποταμὸν πορευόμενα ἐς τὴν Βαβυλῶνα, ἐόντα κυκλοτερέα, πάντα σκύτινα.
The boats they use for going down the river to Babylon are round and entirely made of leather.
§1.194.2ἐπεὰν γὰρ ἐν τοῖσι Ἀρμενίοισι τοῖσι κατύπερθε Ἀσσυρίων οἰκημένοισι νομέας ἰτέης ταμόμενοι ποιήσωνται, περιτείνουσι τούτοισι διφθέρας στεγαστρίδας ἔξωθεν ἐδάφεος τρόπον, οὔτε πρύμνην ἀποκρίνοντες οὔτε πρῴρην συνάγοντες, ἀλλʼ ἀσπίδος τρόπον κυκλοτερέα ποιήσαντες καὶ καλάμης πλήσαντες πᾶν τὸ πλοῖον τοῦτο ἀπιεῖσι κατὰ τὸν ποταμὸν φέρεσθαι, φορτίων πλήσαντες·
For when they have cut willow ribs in the land of the Armenians who dwell above the Assyrians, and have made the frame, they stretch watertight skins over these from the outside in the manner of a hull, neither distinguishing a stern nor drawing in a prow, but making them round like a shield; and having filled the whole boat with straw, and loaded it with cargo, they let it drift down the river.
μάλιστα δὲ βίκους φοινικηίους κατάγουσι οἴνου πλέους.
They carry down chiefly palm-wood casks full of wine.
§1.194.3ἰθύνεται δὲ ὑπό τε δύο πλήκτρων καὶ δύο ἀνδρῶν ὀρθῶν ἑστεώτων, καὶ ὃ μὲν ἔσω ἕλκει τὸ πλῆκτρον ὁ δὲ ἔξω ὠθέει.
The boat is steered by two paddles and two men standing upright, and one of them draws his paddle in while the other pushes it out.
ποιέεται δὲ καὶ κάρτα μεγάλα ταῦτα τὰ πλοῖα καὶ ἐλάσσω· τὰ δὲ μέγιστα αὐτῶν καὶ πεντακισχιλίων ταλάντων γόμον ἔχει.
These boats are made both very large and smaller; and the largest of them has a cargo capacity of even five thousand talents.
ἐν ἑκάστῳ δὲ πλοίῳ ὄνος ζωὸς ἔνεστι, ἐν δὲ τοῖσι μέζοσι πλεῦνες.
In each boat there is a live donkey, and in the larger ones more than one.
§1.194.4ἐπεὰν ὦν ἀπίκωνται πλέοντες ἐς τὴν Βαβυλῶνα καὶ διαθέωνται τὸν φόρτον, νομέας μὲν τοῦ πλοίου καὶ τὴν καλάμην πᾶσαν ἀπʼ ὦν ἐκήρυξαν, τὰς δὲ διφθέρας ἐπισάξαντες ἐπὶ τοὺς ὄνους ἀπελαύνουσι ἐς τοὺς Ἀρμενίους.
So when they have arrived in Babylon by water and have disposed of their cargo, they put the ribs of the boat and all the straw up for auction, but they pack the skins upon the donkeys and drive them back to the Armenians.
§1.194.5ἀνὰ τὸν ποταμὸν γὰρ δὴ οὐκ οἷά τε ἐστὶ πλέειν οὐδενὶ τρόπῳ ὑπὸ τάχεος τοῦ ποταμοῦ· διὰ γὰρ ταῦτα καὶ οὐκ ἐκ ξύλων ποιεῦνται τὰ πλοῖα ἀλλʼ ἐκ διφθερέων.
For it is by no means possible to sail up the river because of the swiftness of the stream; for this reason also they do not make their boats of wood but of skins.
ἐπεὰν δὲ τοὺς ὄνους ἐλαύνοντες ἀπίκωνται ὀπίσω ἐς τοὺς Ἀρμενίους, ἄλλα τρόπῳ τῷ αὐτῷ ποιεῦνται πλοῖα.
And when, driving their donkeys, they have come back to the Armenians, they make other boats in the same manner.