§1.195.1τὰ μὲν δὴ πλοῖα αὐτοῖσι ἐστὶ τοιαῦτα·
Their boats, then, are of such a kind.
ἐσθῆτι δὲ τοιῇδε χρέωνται, κιθῶνι ποδηνεκέι λινέῳ, καὶ ἐπὶ τοῦτον ἄλλον εἰρίνεον κιθῶνα ἐπενδύνει καὶ χλανίδιον λευκὸν περιβαλλόμενος, ὑποδήματα ἔχων ἐπιχώρια, παραπλήσια τῇσι Βοιωτίῃσι ἐμβάσι.
As for their clothing, they use the following: a linen tunic reaching to the feet, and over this he puts on another tunic of wool, and wraps himself in a small white cloak, having local shoes, very similar to Boeotian slippers.
κομῶντες δὲ τὰς κεφαλὰς μίτρῃσι ἀναδέονται, μεμυρισμένοι πᾶν τὸ σῶμα.
They let their hair grow long and bind their heads with turbans, having their whole body anointed with perfumes.
§1.195.2σφρηγῖδα δὲ ἕκαστος ἔχει καὶ σκῆπτρον χειροποίητον· ἐπʼ ἑκάστῳ δὲ σκήπτρῳ ἔπεστι πεποιημένον ἢ μῆλον ἢ ῥόδον ἢ κρίνον ἢ αἰετὸς ἢ ἄλλο τι·
And each of them has a seal and a hand-carved staff; and on each staff there is made and set either an apple, or a rose, or a lily, or an eagle, or something else.
ἄνευ γὰρ ἐπισήμου οὔ σφι νόμος ἐστὶ ἔχειν σκῆπτρον.
For it is not their custom to have a staff without some device.