§1.193.1ἡ δὲ γῆ τῶν Ἀσσυρίων ὕεται μὲν ὀλίγῳ, καὶ τὸ ἐκτρέφον τὴν ῥίζαν τοῦ σίτου ἐστὶ τοῦτο· ἀρδόμενον μέντοι ἐκ τοῦ ποταμοῦ ἁδρύνεταί τε τὸ λήιον καὶ παραγίνεται ὁ σῖτος, οὐ κατὰ περ ἐν Αἰγύπτῳ αὐτοῦ τοῦ ποταμοῦ ἀναβαίνοντος ἐς τὰς ἀρούρας, ἀλλὰ χερσί τε καὶ κηλωνηίοισι ἀρδόμενος.
The land of the Assyrians is watered by little rain, and this is what nourishes the root of the corn; however, being irrigated from the river, the crop grows ripe and the corn comes to maturity, not as in Egypt by the river itself overflowing onto the fields, but being irrigated by hand and by shadufs.
§1.193.2ἡ γὰρ Βαβυλωνίη χώρη πᾶσα, κατά περ ἡ Αἰγυπτίη, κατατέτμηται ἐς διώρυχας· καὶ ἡ μεγίστη τῶν διωρύχων ἐστὶ νηυσιπέρητος, πρὸς ἥλιον τετραμμένη τὸν χειμερινόν, ἐσέχει δὲ ἐς ἄλλον ποταμὸν ἐκ τοῦ Εὐφρήτεω, ἐς τὸν Τίγρην, παρʼ ὃν Νίνος πόλις οἴκητο.
For the whole Babylonian territory, like the Egyptian, is cut up into canals; and the largest of the canals is navigable for ships, being turned toward the winter sun, and it empties from the Euphrates into another river, namely the Tigris, beside which the city of Ninus was situated.
ἔστι δὲ χωρέων αὕτη πασέων μακρῷ ἀρίστη τῶν ἡμεῖς ἴδμεν Δήμητρος καρπὸν ἐκφέρειν
This is by far the best of all the lands we know for producing the fruit of Demeter.
§1.193.3τὰ γὰρ δὴ ἄλλα δένδρεα οὐδὲ πειρᾶται ἀρχὴν φέρειν, οὔτε συκέην οὔτε ἄμπελον οὔτε ἐλαίην. τὸν δὲ τῆς Δήμητρος καρπὸν ὧδε ἀγαθὴ ἐκφέρειν ἐστὶ ὥστε ἐπὶ διηκόσια μὲν τὸ παράπαν ἀποδιδοῖ, ἐπειδὰν δὲ ἄριστα αὐτὴ ἑωυτῆς ἐνείκῃ, ἐπὶ τριηκόσια ἐκφέρει.
For indeed, as for other trees, it does not even attempt to bear them at all, neither fig, nor vine, nor olive; but it is so good at producing the fruit of Demeter that it yields generally twofold hundred, and when it bears at its very best, it produces threefold hundred.
τὰ δὲ φύλλα αὐτόθι τῶν τε πυρῶν καὶ τῶν κριθέων τὸ πλάτος γίνεται τεσσέρων εὐπετέως δακτύλων.
And the leaves of wheat and barley there easily reach a width of four fingers.
§1.193.4ἐκ δὲ κέγχρου καὶ σησάμου ὅσον τι δένδρον μέγαθος γίνεται, ἐξεπιστάμενος μνήμην οὐ ποιήσομαι, εὖ εἰδὼς ὅτι τοῖσι μὴ ἀπιγμένοισι ἐς τὴν Βαβυλωνίην χώρην καὶ τὰ εἰρημένα καρπῶν ἐχόμενα ἐς ἀπιστίην πολλὴν ἀπῖκται.
But as for how great a size millet and sesame grow to be, like a tree, though I know it well, I will not make mention of it, knowing well that to those who have not been to the Babylonian country, even what has been said already concerning the crops has reached a point of great incredulity.
χρέωνται δὲ οὐδὲν ἐλαίῳ ἀλλʼ ἢ ἐκ τῶν σησάμων ποιεῦντες.
And they use no oil at all, except what they make from sesame.
εἰσὶ δέ σφι φοίνικες πεφυκότες ἀνὰ πᾶν τὸ πεδίον, οἱ πλεῦνες αὐτῶν καρποφόροι, ἐκ τῶν καὶ σιτία καὶ οἶνον καὶ μέλι ποιεῦνται·
And they have date-palms growing all over the plain, most of them bearing fruit, from which they make food, wine, and honey.
§1.193.5τοὺς συκέων τρόπον θεραπεύουσι τά τε ἄλλα καὶ φοινίκων τοὺς ἔρσενας Ἕλληνὲς καλέουσι, τούτων τὸν καρπὸν περιδέουσι τῇσι βαλανηφόροισι τὸν φοινίκων, ἵνα πεπαίνῃ τε σφι ὁ ψὴν τὴν βάλανον ἐσδύνων καὶ μὴ ἀπορρέῃ ὁ καρπὸς τοῦ φοίνικος· ψῆνας γὰρ δὴ φέρουσι ἐν τῷ καρπῷ οἱ ἔρσενες κατά περ δὴ οἱ ὄλυνθοι.
These they tend in the manner of fig trees, especially by binding the fruit of those which the Greeks call "male" date-palms to the fruit-bearing ones, so that the gall-insect, entering into the fruit, may ripen it for them and the fruit of the palm may not drop off; for indeed the male palms carry gall-insects in their fruit, just like wild figs.