§1.168.1Φωκαίης μέν νυν πέρι τῆς ἐν Ἰωνίῃ οὕτω ἔσχε παραπλήσια δὲ τούτοισι καὶ Τήιοι ἐποίησαν.
Now, such was the case concerning Phocaea in Ionia. And the Teians also did very similarly to these.
ἐπείτε γὰρ σφέων εἷλε χώματι τὸ τεῖχος Ἅρπαγος, ἐσβάντες πάντες ἐς τὰ πλοῖα οἴχοντο πλέοντες ἐπὶ τῆς Θρηίκης, καὶ ἐνθαῦτα ἔκτισαν πόλιν Ἄβδηρα, τὴν πρότερος τούτων Κλαζομένιος Τιμήσιος κτίσας οὐκ ἀπόνητο, ἀλλʼ ὑπὸ Θρηίκων ἐξελασθεὶς τιμὰς νῦν ὑπὸ Τηίων τῶν ἐν Ἀβδήροισι ὡς ἥρως ἔχει.
For when Harpagus took their wall by a mound, they all embarked on their ships and went sailing for Thrace, and there they founded the city of Abdera, which Timesius of Clazomenae had founded before them but did not enjoy, being driven out by the Thracians; however, he now receives honors as a hero from the Teians who are in Abdera.