§1.167.1τῶν δὲ διαφθαρεισέων νεῶν τοὺς ἄνδρας οἱ τε Καρχηδόνιοι καὶ οἱ Τυρσηνοὶ ἔλαχόν τε αὐτῶν πολλῷ πλείστους καὶ τούτους ἐξαγαγόντες κατέλευσαν.
As for the men of the destroyed ships, both the Carthaginians and the Tyrrhenians drew by lot by far the greatest number of them, and having led them out, they stoned them to death.
μετὰ δὲ Ἀγυλλαίοισι πάντα τὰ παριόντα τὸν χῶρον, ἐν τῶ οἱ Φωκαιέες καταλευσθέντες ἐκέατο, ἐγίνετο διάστροφα καὶ ἔμπηρα καὶ ἀπόπληκτα, ὁμοίως πρόβατα καὶ ὑποζύγια καὶ ἄνθρωποι.
And afterwards, for the Agyllaeans, everything that passed by the place where the stoned Phocaeans lay became distorted, crippled, and paralyzed, alike sheep, beasts of burden, and men.
§1.167.2οἱ δὲ Ἀγυλλαῖοι ἐς Δελφοὺς ἔπεμπον βουλόμενοι ἀκέσασθαι τὴν ἁμαρτάδα.
The Agyllaeans sent to Delphi, wishing to expiate their offense.
ἡ δὲ Πυθίη σφέας ἐκέλευσε ποιέειν τὰ καὶ νῦν οἱ Ἀγυλλαῖοι ἔτι ἐπιτελέουσι· καὶ γὰρ ἐναγίζουσί σφι μεγάλως καὶ ἀγῶνα γυμνικὸν καὶ ἱππικὸν ἐπιστᾶσι.
And the Pythia ordered them to do what the Agyllaeans still perform even now; for they offer grand sacrifices to them and establish athletic and equestrian contests.
§1.167.3καὶ οὗτοι μὲν τῶν Φωκαιέων τοιούτῳ μόρῳ διεχρήσαντο, οἱ δὲ αὐτῶν ἐς τὸ Ῥήγιον καταφυγόντες ἐνθεῦτεν ὁρμώμενοι ἐκτήσαντο πόλιν γῆς τῆς Οἰνωτρίης ταύτην ἥτις νῦν Ὑέλη καλέεται·
And they indeed dispatched these of the Phocaeans by such a fate, while those of them who fled to Rhegium, starting from there, acquired this city in the Oenotrian land which is now called Hyele.
§1.167.4ἔκτισαν δὲ ταύτην πρὸς ἀνδρὸς Ποσειδωνιήτεω μαθόντες ὡς τὸν Κύρνον σφι ἡ Πυθίη ἔχρησε κτίσαι ἥρων ἐόντα, ἀλλʼ οὐ τὴν νῆσον.
And they founded this city having learned from a man of Poseidonia that the Pythia had prophesied to them to establish the worship of Cyrnus as being a hero, and not to colonize the island.