§1.169.1οὗτοὶ μέν νυν Ἰώνων μοῦνοι τὴν δουλοσύνην οὐκ ἀνεχόμενοι ἐξέλιπον τὰς πατρίδας· οἱ δʼ ἄλλοι Ἴωνες πλὴν Μιλησίων διὰ μάχης μὲν ἀπίκοντο Ἁρπάγῳ κατά περ οἱ ἐκλιπόντες, καὶ ἄνδρες ἐγένοντο ἀγαθοὶ περὶ τῆς ἑωυτοῦ ἕκαστος μαχόμενοι, ἑσσωθέντες δὲ καὶ ἁλόντες ἔμενον κατὰ χώρην ἕκαστοι καὶ τὰ ἐπιτασσόμενα ἐπετέλεον.
These, then, were the only ones of the Ionians who, not enduring slavery, abandoned their homelands; but the other Ionians, except the Milesians, did indeed come to battle with Harpagus, just like those who had abandoned their cities, and proved themselves brave men, each fighting for his own land; but being defeated and captured, they remained each in their own country and performed what was commanded of them.
§1.169.2Μιλήσιοι δέ, ὡς καὶ πρότερόν μοι ἔρηται, αὐτῷ Κύρῳ ὅρκιον ποιησάμενοι ἡσυχίην ἦγον.
As for the Milesians, as I have also said before, they had made a treaty with Cyrus himself and kept quiet.
οὕτω δὴ τὸ δεύτερον Ἰωνίη ἐδεδούλωτο.
Thus indeed was Ionia enslaved for the second time.
ὡς δὲ τοὺς ἐν τῇ ἠπείρῳ Ἴωνας ἐχειρώσατο Ἅρπαγος, οἱ τὰς νήσους ἔχοντες Ἴωνες καταρρωδήσαντες ταῦτα σφέας αὐτοὺς ἔδοσαν Κύρῳ.
And when Harpagus had subdued the Ionians on the mainland, the Ionians who inhabited the islands, becoming terrified of these things, gave themselves up to Cyrus.