§1.156.1Κροῖσος μὲν δὴ ταῦτά οἱ ὑπετίθετο, αἱρετώτερα ταῦτα εὑρίσκων Λυδοῖσι ἢ ἀνδραποδισθέντας πρηθῆναι σφέας, ἐπιστάμενος ὅτι ἢν μὴ ἀξιόχρεον πρόφασιν προτείνῃ, οὐκ ἀναπείσει μιν μεταβουλεύσασθαι, ἀρρωδέων δὲ μὴ καὶ ὕστερον κοτὲ οἱ Λυδοί, ἢν τὸ παρεὸν ὑπεκδράμωσι, ἀποστάντες ἀπὸ τῶν Περσέων ἀπόλωνται.
Croesus indeed suggested these things to him, finding these to be more desirable for the Lydians than that they should be enslaved and sold, knowing that if he did not offer a worthy pretext, he would not persuade him to change his mind, and fearing lest the Lydians, even if they should escape the present danger, might at some later time revolt from the Persians and be destroyed.
§1.156.2Κῦρος δὲ ἡσθεὶς τῇ ὑποθήκῃ καὶ ὑπεὶς τῆς ὀργῆς ἔφη οἱ πείθεσθαι.
Cyrus, pleased with the suggestion and yielding in his anger, said that he would obey him.
καλέσας δὲ Μαζάρεα ἄνδρα Μῆδον, ταῦτά τέ οἱ ἐνετείλατο προειπεῖν Λυδοῖσι τὰ ὁ Κροῖσος ὑπετίθετο, καὶ πρὸς ἐξανδραποδίσασθαι τοὺς ἄλλους πάντας οἳ μετὰ Λυδῶν ἐπὶ Σάρδις ἐστρατεύσαντο, αὐτὸν δὲ Πακτύην πάντως ζῶντα ἀγαγεῖν παρʼ ἑωυτόν.
Calling Mazares, a Median man, he commanded him to proclaim to the Lydians those very things that Croesus had suggested, and furthermore to enslave all the others who had marched with the Lydians against Sardis, but to bring Pactyes himself alive to him by all means.