§1.157.1ὃ μὲν δὴ ταῦτα ἐκ τῆς ὁδοῦ ἐντειλάμενος ἀπήλαυνε ἐς ἤθεα τὰ Περσέων, Πακτύης δὲ πυθόμενος ἀγχοῦ εἶναι στρατὸν ἐπʼ ἑωυτὸν ἰόντα δείσας οἴχετο φεύγων ἐς Κύμην. §1.157.2Μαζάρης δὲ ὁ Μῆδος ἐλάσας ἐπὶ τὰς Σάρδις τοῦ Κύρου στρατοῦ μοῖραν ὅσην δή κοτε ἔχων, ὡς οὐκ εὗρε ἔτι ἐόντας τοὺς ἀμφὶ Πακτύην ἐν Σάρδισι, πρῶτα μὲν τοὺς Λυδοὺς ἠνάγκασε τὰς Κύρου ἐντολὰς ἐπιτελέειν, ἐκ τούτου δὲ κελευσμοσύνης Λυδοὶ τὴν πᾶσαν δίαιταν τῆς ζόης μετέβαλον. §1.157.3Μαζάρης δὲ μετὰ τοῦτο ἔπεμπε ἐς τὴν Κύμην ἀγγέλους ἐκδιδόναι κελεύων Πακτύην.
Having given these instructions on his way, he marched back to the lands of the Persians; but Pactyes, hearing that an army was near at hand marching against him, became frightened and fled to Cyme. Mazares the Mede, having marched against Sardis with a certain portion of Cyrus's army—however large it might have been—when he found that Pactyes and his followers were no longer in Sardis, first of all compelled the Lydians to carry out Cyrus's commands; and as a result of this command, the Lydians changed their whole way of life. After this, Mazares sent messengers to Cyme, demanding that they deliver up Pactyes.
οἱ δὲ Κυμαῖοι ἔγνωσαν συμβουλῆς πέρι ἐς θεὸν ἀνοῖσαι τὸν ἐν Βραγχίδῃσι· ἦν γὰρ αὐτόθι μαντήιον ἐκ παλαιοῦ ἱδρυμένον, τῷ Ἴωνές τε πάντες καὶ Αἰολέες ἐώθεσαν χρᾶσθαι.
The Cymaeans decided to refer the matter to the god at Branchidae for counsel; for there had been an oracle established there of old, which all the Ionians and Aeolians were accustomed to consult.
ὁ δὲ χῶρος οὗτος ἐστὶ τῆς Μιλησίης ὑπὲρ Πανόρμου λιμένος.
This place is in the territory of Miletus, inland from the harbor of Panormus.