§1.154.1ὡς δὲ ἀπήλασε ὁ Κῦρος ἐκ τῶν Σαρδίων, τοὺς Λυδοὺς ἀπέστησε ὁ Πακτύης ἀπό τε Ταβάλου καὶ Κύρου, καταβὰς δὲ ἐπὶ θάλασσαν, ἅτε τὸν χρυσὸν ἔχων πάντα τὸν ἐκ τῶν Σαρδίων, ἐπικούρους τε ἐμισθοῦτο καὶ τοὺς ἐπιθαλασσίους ἀνθρώπους ἔπειθε σὺν ἑωυτῷ στρατεύεσθαι.
As soon as Cyrus had marched away from Sardis, Pactyes made the Lydians revolt from Tabalus and Cyrus; and going down to the sea, since he had all the gold from Sardis, he began to hire mercenaries and persuaded the coastal inhabitants to join his campaign.
ἐλάσας δὲ ἐπὶ τὰς Σάρδις ἐπολιόρκεε Τάβαλον ἀπεργμένον ἐν τῇ ἀκροπόλι.
Then, marching against Sardis, he besieged Tabalus, who was shut up in the acropolis.