§1.152.1ὡς δὲ ἀπίκοντο ἐς τὴν Σπάρτην τῶν Ἰώνων καὶ Αἰολέων οἱ ἄγγελοι (κατὰ γὰρ δὴ τάχος ἦν ταῦτα πρησσόμενα), εἵλοντο πρὸ πάντων λέγειν τὸν Φωκαέα, τῷ οὔνομα ἦν Πύθερμος.
When the envoys of the Ionians and Aeolians arrived in Sparta (for these matters were being transacted with great speed), they chose above all others to speak for them the Phocaean, whose name was Pythermus.
ὁ δὲ πορφύρεόν τε εἷμα περιβαλόμενος, ὡς ἂν πυνθανόμενοι πλεῖστοι συνέλθοιεν Σπαρτιητέων, καὶ καταστὰς ἔλεγε πολλὰ τιμωρέειν ἑωυτοῖσι χρηίζων.
And he, putting on a purple robe—so that as many Spartans as possible might gather on hearing the news—stood forward and spoke at length, requesting them to aid them.
§1.152.2Λακεδαιμόνιοι δὲ οὔ κως ἐσήκουον, ἀλλʼ ἀπέδοξέ σφι μὴ τιμωρέειν Ἴωσι.
But the Lacedaemonians would in no way listen, but resolved not to aid the Ionians.
οἳ μὲν δὴ ἀπαλλάσσοντο, Λακεδαιμόνιοι δὲ ἀπωσάμενοι τῶν Ἰώνων τοὺς ἀγγέλους ὅμως ἀπέστειλαν πεντηκοντέρῳ ἄνδρας, ὡς μὲν ἐμοὶ δοκέει, κατασκόπους τῶν τε Κύρου πρηγμάτων καὶ Ἰωνίης.
So they indeed departed, but the Lacedaemonians, although they had rejected the envoys of the Ionians, nevertheless dispatched men in a fifty-oared ship, as it seems to me, as spies of Cyrus's affairs and of Ionia.
§1.152.3ἀπικόμενοι δὲ οὗτοι ἐς Φώκαιαν ἔπεμπον ἐς Σάρδις σφέων αὐτῶν τὸν δοκιμώτατον, τῷ οὔνομα ἦν Λακρίνης, ἀπερέοντα Κύρῳ Λακεδαιμονίων ῥῆσιν, γῆς τῆς Ἑλλάδος μηδεμίαν πόλιν σιναμωρέειν, ὡς αὐτῶν οὐ περιοψομένων.
And these, having arrived in Phocaea, sent to Sardis the most esteemed of their own number, whose name was Lacrines, to declare to Cyrus the mandate of the Lacedaemonians, that he should harm no city of the Greek land, as they would not overlook it.