§1.127.1πέρσαι μέν νυν προστάτεω ἐπιλαβόμενοι ἄσμενοὶ ἐλευθεροῦντο, καὶ πάλαι δεινὸν ποιεύμενοι ὑπὸ Μήδων ἄρχεσθαι.
Thus the Persians, having obtained a leader, gladly sought to win their freedom, as they had long felt it intolerable to be ruled by the Medes.
Ἀστυάγης δὲ ὡς ἐπύθετο Κῦρον ταῦτα πρήσσοντα, πέμψας ἄγγελον ἐκάλεε αὐτόν.
When Astyages learned that Cyrus was doing these things, he sent a messenger and summoned him.
§1.127.2ὁ δὲ Κῦρος ἐκέλευε τὸν ἄγγελον ἀπαγγέλλειν ὅτι πρότερον ἥξοι παρʼ ἐκεῖνον ἢ Ἀστυάγης αὐτὸς βουλήσεται.
But Cyrus ordered the messenger to report back that he would arrive before Astyages himself would wish him to.
ἀκούσας δὲ ταῦτα ὁ Ἀστυάγης Μήδους τε ὥπλισε πάντας, καὶ στρατηγὸν αὐτῶν ὥστε θεοβλαβὴς ἐὼν Ἅρπαγον ἀπέδεξε, λήθην ποιεύμενος τά μιν ἐόργεε.
On hearing this, Astyages armed all the Medes, and as if blinded by a god, making light of the outrage he had committed against him, he appointed Harpagus as their general.
§1.127.3ὡς δὲ οἱ Μῆδοι στρατευσάμενοι τοῖσι Πέρσῃσι συνέμισγον, οἳ μέν τινὲς αὐτῶν ἐμάχοντο, ὅσοι μὴ τοῦ λόγου μετέσχον, οἳ δὲ αὐτομόλεον πρὸς τοὺς Πέρσας, οἱ δὲ πλεῖστοι ἐθελοκάκεόν τε καὶ ἔφευγον.
When the Medes marched out and engaged with the Persians, some of them fought—namely, those who had no share in the plot—while others deserted to the Persians, and the majority of them fought half-heartedly and fled.