§1.128.1διαλυθέντος δὲ τοῦ Μηδικοῦ στρατεύματος αἰσχρῶς, ὡς ἐπύθετο τάχιστα ὁ Ἀστυάγης, ἔφη ἀπειλέων τῷ Κύρῳ
ἀλλʼ οὐδʼ ὣς Κῦρός γε χαιρήσει. §1.128.2τοσαῦτα εἶπας πρῶτον μὲν τῶν Μάγων τοὺς ὀνειροπόλους, οἵ μιν ἀνέγνωσαν μετεῖναι τὸν Κῦρον, τούτους ἀνεσκολόπισε, μετὰ δὲ ὥπλισε τοὺς ὑπολειφθέντας ἐν τῷ ἄστεϊ τῶν Μήδων, νέους τε καὶ πρεσβύτας ἄνδρας.
As soon as Astyages learned that the Median army had been disgracefully scattered, he said, threatening Cyrus: "But even so, Cyrus at least shall not rejoice." Having said this, first of all he impaled those of the Magi who were dream-interpreters and had persuaded him to let Cyrus go; next, he armed the Medes who had been left behind in the city, both young and old men.
§1.128.3ἐξαγαγὼν δὲ τούτους καὶ συμβαλὼν τοῖσι Πέρῃσι ἑσσώθη, καὶ αὐτός τε Ἀστυάγης ἐζωγρήθη καὶ τοὺς ἐξήγαγε τῶν Μήδων ἀπέβαλε.
Leading these out and engaging with the Persians, he was defeated; Astyages himself was taken alive, and he lost the Medes whom he had led out.