§1.125.1ἀκούσας ταῦτα ὁ Κῦρος ἐφρόντιζε ὅτεῳ τρόπῳ σοφωτάτῳ Πέρσας ἀναπείσει ἀπίστασθαι, φροντίζων δὲ εὑρίσκεται ταῦτα καιριώτατα εἶναι· ἐποίεε δὴ ταῦτα.
Having heard this, Cyrus considered what would be the wisest way to persuade the Persians to revolt; and as he considered, he found this to be the most opportune way, and so he did it.
§1.125.2γράψας ἐς βυβλίον τὰ ἐβούλετο, ἁλίην τῶν Περσέων ἐποιήσατο, μετὰ δὲ ἀναπτύξας τὸ βυβλίον καὶ ἐπιλεγόμενος ἔφη Ἀστυάγεά μιν στρατηγὸν Περσέων ἀποδεικνύναι.
Writing what he wished on a sheet, he called an assembly of the Persians; then, unfolding the sheet and reading from it, he said that Astyages appointed him general of the Persians.
νῦν τε,
ἔφη λέγων,
ὦ Πέρσαι, προαγορεύω ὑμῖν παρεῖναι ἕκαστον ἔχοντα δρέπανον. Κῦρος μὲν ταῦτα προηγόρευσε.
"And now," he said, speaking to them, "O Persians, I command you to present yourselves, each man having a sickle." Cyrus indeed made this proclamation.
ἔστι δὲ Πέρσεων συχνὰ γένεα, καὶ τὰ μὲν αὐτῶν ὁ Κῦρος συνάλισε καὶ ἀνέπεισε ἀπίστασθαι ἀπὸ Μήδων.
Now there are many tribes of the Persians, and some of them Cyrus assembled and persuaded to revolt from the Medes.
§1.125.3ἔστι δὲ τάδε, ἐξ ὧν ὧλλοι πάντες ἀρτέαται Πέρσαι, Πασαργάδαι Μαράφιοι Μάσπιοι.
These are the tribes on whom all the other Persians depend: the Pasargadae, the Maraphii, and the Maspii.
τούτων Πασαργάδαι εἰσὶ ἄριστοι, ἐν τοῖσι καὶ Ἀχαιμενίδαι εἰσὶ φρήτρη, ἔνθεν οἱ βασιλέες οἱ Περσεῖδαι γεγόνασι.
Of these, the Pasargadae are the most noble, among whom is the clan of the Achaemenidae, from whom have sprung the Perseid kings.
§1.125.4ἄλλοι δὲ Πέρσαι εἰσὶ οἵδε, Πανθιαλαῖοι Δηρουσιαῖοι Γερμάνιοι.
The other Persians are these: the Panthialaei, the Derusiaei, and the Germanii.
οὗτοι μὲν πάντες ἀροτῆρες εἰσί, οἱ δὲ ἄλλοι νομάδες, Δάοι Μάρδοι Δροπικοὶ Σαγάρτιοι.
All these are husbandmen, while the rest are nomads: the Daï, the Mardi, the Dropici, and the Sagartii.