§1.124.1ταῦτά τε δὴ ὦν ἐπιτελέα ἐγίνετο καὶ ὁ Κῦρος παραλαβὼν τὸν λαγὸν ἀνέσχισε·
So these things were carried out, and Cyrus, receiving the hare, cut it open.
εὑρὼν δὲ ἐν αὐτῷ τὸ βυβλίον ἐνεὸν λαβὼν ἐπελέγετο, τὰ δὲ γράμματα ἔλεγε τάδε. ὦ παῖ Καμβύσεω, σὲ γὰρ θεοὶ ἐπορῶσι· οὐ γὰρ ἂν κοτὲ ἐς τοσοῦτο τύχης ἀπίκευ·
Finding the letter inside it, he took it and read it; and the writing said this: "O son of Cambyses, for the gods watch over you; for otherwise you would never have arrived at such a height of fortune.
σύ νυν Ἀστυάγεα τὸν σεωυτοῦ φονέα τῖσαι.
Do you now take vengeance on Astyages, your murderer.
§1.124.2κατὰ μὲν γὰρ τὴν τούτου προθυμίην τέθνηκας, τὸ δὲ κατὰ θεούς τε καὶ ἐμὲ περίεις·
For as far as his intent was concerned, you are dead, but through the gods and me, you survive.
τά σε καὶ πάλαι δοκέω πάντα ἐκμεμαθηκέναι, σέο τε αὐτοῦ περὶ ὡς ἐπρήχθη, καὶ οἷα ἐγὼ ὑπὸ Ἀστυάγεος πέπονθα, ὅτι σε οὐκ ἀπέκτεινα ἀλλὰ ἔδωκα τῷ βουκόλῳ.
I think you have long since learned all these things—both how it fared with yourself, and what I suffered at the hands of Astyages because I did not kill you but gave you to the herdsman.
σύ νυν, ἢν βούλῃ ἐμοὶ πείθεσθαι, τῆς περ Ἀστυάγης ἄρχει χώρης, ταύτης ἁπάσης ἄρξεις.
Now, if you are willing to obey me, you shall rule over all this land which Astyages rules.
Πέρσας γὰρ ἀναπείσας ἀπίστασθαι στρατηλάτεε ἐπὶ Μήδους·
Persuade the Persians to revolt, and march against the Medes.
§1.124.3καὶ ἤν τε ἐγὼ ὑπὸ Ἀστυάγεος ἀποδεχθέω στρατηγὸς ἀντία σεῦ, ἔστι τοι τὰ σὺ βούλεαι, ἤν τε τῶν τις δοκίμων ἄλλος Μήδων· πρῶτοι γὰρ οὗτοι ἀποστάντες ἀπʼ ἐκείνου καὶ γενόμενοι πρὸς σέο Ἀστυάγεα καταιρέειν πειρήσονται.
And whether I am appointed general against you by Astyages, or whether some other of the notable Medes is, you have what you desire; for they, being the first to revolt from him and joining your side, will try to overthrow Astyages.
ὡς ὦν ἑτοίμου τοῦ γε ἐνθάδε ἐόντος, ποίεε ταῦτα καὶ ποίεε κατὰ τάχος.
Therefore, since things here are indeed ready, do this, and do it with all speed."