§4οὐ μὴν ἀλλὰ κἂν διαλείμματα γιγνόμενα τοῦ φιλοσοφεῖν, τὰ δʼ ὕστερα τῶν πρότερον ἑδραιότερα καὶ μακρότερα, σημεῖον οὐ φαῦλόν ἐστιν ἐκθλιβομένης πόνῳ καὶ ἀσκήσει τῆς ῥᾳθυμίας·
Nevertheless, even if there occur interruptions in philosophizing, if the later ones are more secure and longer than the earlier ones, this is no small sign of laziness being squeezed out by toil and practice.
τὸ δʼ ἐναντίον πονηρόν, αἱ μετʼ οὐ πολὺν χρόνον πολλαὶ καὶ συνεχεῖς ἀνακοπαί, τῆς προθυμίας οἷον ἀπομαραινομένης.
The opposite is bad: the frequent and continuous interruptions after a short time, as the eagerness is, as it were, fading away.
ὡς γὰρ ἡ τοῦ καλάμου βλάστησις, ὁρμὴν ἔχουσα πλείστην ἀπʼ ἀρχῆς εἰς μῆκος ὁμαλὸν καὶ συνεχές, τὸ πρῶτον ἐν διαστήμασι μεγάλοις ὀλίγας λαμβάνουσα προσκρούσεις καὶ ἀντικοπάς, εἶθʼ οἷον ὑπʼ ἄσθματος ἄνω διʼ ἀσθένειαν ἀπαγορεύουσα πολλοῖς ἐνίσχεται καὶ πυκνοῖς τοῖς γόνασι, τοῦ πνεύματος πληγὰς καὶ τρόμους λαμβάνοντος, οὕτως ὅσοι τὸ πρῶτον μεγάλαις ἐκδρομαῖς ἐχρήσαντο πρὸς φιλοσοφίαν, εἶτα πολλὰ καὶ συνεχῆ προσκρούματα καὶ διασπάσματα λαμβάνουσι μηδενὸς διαφόρου πρὸς τὸ βέλτιον ἐπαισθανόμενοι, τελευτῶντες ἐξέκαμον καὶ ἀπηγόρευσαν.
For just as the growth of a reed, which has the greatest impulse from the start toward a smooth and continuous length, at first experiences few checks and obstructions at large intervals, but then, as if panting upward and giving up through weakness, gets caught in many closely spaced nodes, as its breath receives blows and tremors, so those who at first made great sallies toward philosophy, and then experience many and continuous setbacks and distractions, perceiving no difference for the better, in the end grow weary and give up.
τῷ δʼ αὖτε πτερὰ γίγνετο
διʼ ὠφέλειαν φερομένῳ καὶ διακόπτοντι τὰς προφάσεις ὥσπερ ὄχλον ἐμποδὼν ὄντα ῥώμῃ καὶ προθυμίᾳ τῆς ἀνύσεως.
But on the other hand, for him who is carried along because of the benefit, and who cuts through pretexts like an obstructing crowd by the strength and eagerness of his accomplishment, wings grew once more.
καθάπερ οὖν ἔρωτος ἀρχομένου σημεῖόν ἐστιν οὐ τὸ χαίρειν τῷ καλῷ παρόντι τοῦτο γὰρ κοινόν ἀλλὰ τὸ δάκνεσθαι καὶ ἀλγεῖν ἀποσπώμενον, οὕτως ἄγονται μὲν ὑπὸ φιλοσοφίας πολλοὶ καὶ σφόδρα γε φιλοτίμως ἀντιλαμβάνεσθαι τοῦ μανθάνειν δοκοῦσιν, ἂν δʼ ἀπέλθωσιν ὑπὸ πραγμάτων ἄλλων καὶ ἀσχολιῶν, ἐξερρύη τὸ πάθος αὐτῶν ἐκεῖνο, καὶ ῥᾳδίως φέρουσιν.
Just as, therefore, a sign of beginning love is not rejoicing in the presence of the beautiful person—for this is common—but being bitten and feeling pain when torn away, so many are led by philosophy and seem to grasp learning very ambitiously, but if they depart because of other affairs and occupations, that passion of theirs flows away, and they bear it easily.
"
ὅτῳ δʼ ἔρωτος δῆγμα παιδικῶν
"
πρόσεστι, μέτριος μὲν ἄν σοι φανείη καὶ πρᾶος ἐν τῷ παρεῖναι καὶ συμφιλοσοφεῖν ὅταν δʼ ἀποσπασθῇ καὶ χωρὶς γένηται, θεῶ φλεγόμενον καὶ ἀδημονοῦντα καὶ δυσκολαίνοντα πᾶσι πράγμασι καὶ ἀσχολίαις, μνήμῃ δὲ φιλῶν ὥσπερ ἄλογος ἐλαύνεται πόθῳ τῷ πρὸς φιλοσοφίαν.
"But he to whom the bite of love for a boy is present," would appear to you moderate and gentle in being present and philosophizing together, but when he is torn away and becomes separate, behold him burning, distressed, and vexed at all affairs and occupations, and loving in memory, he is driven like a beast by longing toward philosophy.
οὐ γὰρ δεῖ τοῖς λόγοις εὐφραίνεσθαι μὲν παρόντας ὥσπερ τοῖς μύροις, ἀποστάντας δὲ μὴ ζητεῖν μηδʼ ἀσχάλλειν, ἀλλὰ πείνῃ τινὶ καὶ δίψῃ πάθος ὅμοιον ἐν τοῖς ἀποσπασμοῖς πάσχοντας ἔχεσθαι τοῦ προκόπτοντος ἀληθῶς, ἄν τε γάμος ἄν τε πλοῦτος ἄν τε φιλία τις ἄν τε στρατεία προσπεσοῦσα ποιήσῃ τὸν χωρισμόν.
For one must not, when present, enjoy discourses like perfumes, but when away not seek them nor be distressed; rather, experiencing a passion similar to a certain hunger and thirst in separations, one who truly progresses must cling [to philosophy], whether marriage, wealth, some friendship, or military service falling upon him causes the separation.
ὅσῳ γὰρ πλέον ἐστὶ τὸ προσειλημμένον ἐκ φιλοσοφίας, τοσούτῳ πλέον ἐνοχλεῖ τὸ ἀπολειπόμενον.
For by how much more has been acquired from philosophy, by so much more does that which is left behind cause distress.
§5τούτῳ δʼ ὁμοῦ τι ταὐτόν ἐστιν ἢ σύνεγγυς τὸ πρεσβύτατον δήλωμα προκοπῆς τοῦ Ἡσιόδου, μηκέτι προσάντη μηδʼ ὄρθιον ἄγαν ἀλλὰ ῥᾳδίαν καὶ λείαν καὶ διʼ εὐπετείας εἶναι τὴν ὁδόν, οἷον ἐκλεαινομένην τῇ ἀσκήσει καὶ φῶς ἐν τῷ φιλοσοφεῖν καὶ λαμπρότητα ποιοῦσαν ἐξ ἀπορίας καὶ πλάνης καὶ μεταμελειῶν, αἷς προστυγχάνουσιν οἱ φιλοσοφοῦντες τὸ πρῶτον, ὥσπερ οἱ γῆν ἀπολιπόντες ἣν ἴσασι, μηδέπω δὲ καθορῶντες ἐφʼ ἣν πλέουσι.
Almost identical or very close to this is Hesiod's oldest indicator of progress: that the road is no longer steep nor too uphill, but easy, smooth, and effortless, as if being smoothed out by practice, and creating light and brightness in philosophizing out of the difficulty, wandering, and regrets which those who practice philosophy encounter at first, like those who have left the land they know, but do not yet see the land toward which they sail.
προέμενοι γὰρ τὰ κοινὰ καὶ συνήθη πρὶν ἢ τὰ βελτίονα γνῶναι καὶ λαβεῖν, ἐν μέσῳ περιφέρονται πολλάκις ὑποτρεπόμενοι.
For having abandoned common and familiar things before knowing and grasping the better ones, they drift in the middle, often turning back.
καθάπερ φασὶ Σέξτιον τὸν Ῥωμαῖον ἀφεικότα τὰς ἐν τῇ πόλει τιμὰς καὶ ἀρχὰς διὰ φιλοσοφίαν, ἐν δὲ τῷ φιλοσοφεῖν αὖ πάλιν δυσπαθοῦντα καὶ χρώμενον τῷ λόγῳ χαλεπῷ τὸ πρῶτον, ὀλίγου δεῆσαι καταβαλεῖν ἑαυτὸν ἔκ τινος διήρους.
Just as they say that Sextius the Roman, having given up honors and offices in the city for the sake of philosophy, but on the other hand suffering in philosophizing and finding the discourse hard at first, almost threw himself down from a two-story building.
καὶ περὶ Διογένους ὅμοια τοῦ Σινωπέως ἱστοροῦσιν ἀρχομένου φιλοσοφεῖν, ὡς Ἀθηναίοις ἦν ἑορτὴ καὶ δεῖπνα δημοτελῆ καὶ θέατρα, καὶ συνουσίας μετʼ ἀλλήλων ἔχοντες ἐχρῶντο κώμοις καὶ παννυχίσιν, ὁ δʼ ἔν τινι γωνίᾳ συνεσπειραμένος ὡς καθευδήσων ἐνέπιπτεν εἰς λογισμοὺς τρέποντας αὐτὸν οὐκ ἀτρέμα καὶ θραύοντας, ὡς ἀπʼ οὐδεμιᾶς ἀνάγκης εἰς ἐπίπονον καὶ ἀλλόκοτον ἥκων βίον αὐτὸς ὑφʼ ἑαυτοῦ κάθηται τῶν ἀγαθῶν ἁπάντων ἐστερημένος.
And they tell similar things about Diogenes of Sinope when he was beginning to practice philosophy: when there was a festival for the Athenians, with public banquets, theaters, and having gatherings with one another, they engaged in revelries and all-night celebrations, while he, curled up in some corner to sleep, fell into reflections that disturbed him greatly and broke his spirit—how, without any necessity, having come to a painful and strange life, he sat there, deprived of all good things by his own doing.
εἶτα μέντοι μῦν τινα προσερπύσαντα λέγεται περὶ τὰς ψίχας αὐτοῦ τῆς ἀναστρέφεσθαι, τὸν δʼ, αὖθις ἀναφέρειν τῷ φρονήματι καὶ λέγειν πρὸς ἑαυτὸν οἷον ἐπιπλήττοντα καὶ κακίζοντα
τί φῄς, ὦ Διόγενες;
Then, however, they say a mouse crawled up and turned around his crumbs of barley-cake, and he, recovering his spirit again, said to himself, as if rebuking and reproaching himself: "What do you say, Diogenes?
τοῦτον μὲν εὐωχεῖ τὰ σὰ λείμματα, σὺ δʼ ὁ γενναῖος ὅτι μὴ μεθύεις ἐκεῖ κατακείμενος ἐν ἁπαλοῖς καὶ ἀνθίνοις στρώμασιν καὶ θρηνεῖς σεαυτόν; ὅταν οὖν οἱ τοιοῦτοι κατασπασμοὶ γένωνται μὴ πολλάκις, αἵ τε πρὸς αὐτοὺς ἐξερείσεις καὶ ἀνακρούσεις τοῦ φρονήματος ὥσπερ ἐκ τροπῆς ταχεῖαι παρῶσι καὶ διαλύωσι ῥᾳδίως τὸν ἄλυν καὶ τὴν ἀδημονίαν, ἔν τινι βεβαίῳ τὴν προκοπὴν εἶναι δεῖ νομίζειν.
This creature feasts on your leftovers, but you, the noble one, because you are not getting drunk over there, lying on soft and flowered rugs, do you lament yourself?" When, therefore, such depressions occur not often, and the resistance and pushback of the spirit against them are present quickly as if from a rout, and easily dissolve the distress and anxiety, one must believe that progress is in a secure state.