[MODESTINUS libro secundo excusationum. ] §27.1.4.prἜφαμεν τρεῖς ἔχοντας ἐπιτροπὰς εἰς τετάρτην μὴ καλεῖσθαι.
我们曾说,拥有三个监护的人不应被召集承担第四个。
ἐζητήθη τοίνυν, ἐάν τις ἐν δύο ὢν ἐπιτροπαῖς εἶτα εἰς ἐπιτροπὴν τρίτην προβληθεὶς ἐκκαλέσηται καὶ ἔτι μετεώρου οὔσης τῆς δίκης τῆς ἐπὶ τῇ ἐκκλήτῳ εἰς τετάρτην ἐπιτροπὴν προβληθῇ, πότερον εἰς τὴν τετάρτην δικαιολογούμενος μνησθήσεται καὶ τῆς τρίτης ἢ παντάπασιν παραλείψει ἐκείνην.
于是产生了一个疑问:如果某人在承担两个监护的过程中,又被指定为第三个监护并提出上诉,在关于该上诉的诉讼尚未裁决期间,他又被指定为第四个监护,那么他在针对第四个监护进行申辩时,是否应当同时提及第三个,还是完全将其省略。
καὶ εὑρίσκω ὑπὸ τῶν θειοτάτων Σεβήρου καὶ Ἀντωνίνου διατεταγμένον μὴ δεῖν εἰς τετάρτην προχειρίζεσθαι τὸν ἀπὸ τῆς τρίτης ἔκκλητον πεποιημένον, ἀλλὰ μετεώρου οὔσης τῆς ἐπὶ τῇ τρίτῃ χειροτονίᾳ δικαιολογίας τὸ ἐκείνης τέλος περιμένειν ὅρον ἐσόμενον τῇ τετάρτῃ χειροτονίᾳ, ὀρθῷ τῷ λόγῳ·
而我发现,最神圣的塞维鲁和安东尼努斯曾规定,不应当将针对第三个监护提出上诉的人指定给第四个,而应当在关于第三个选任的申辩尚未裁决期间,等待其结果,以此作为第四个选任的决定因素,这是极其合理的。
εἰ γὰρ τὴν τῇ τάξει τετάρτην ὑποδέξεταί τις ὡς τῇ δυνάμει τρίτην, ἀδίκου τῆς ἐπὶ τῇ τρίτῃ ἐκκλήτου ἀποφανθείσης τέσσαρσι χρείαις ἐνκατασχεθήσεται παρὰ τοὺς νόμους.
因为,如果某人接受了在顺序上属于第四个、但在实质上相当于第三个的监护,一旦针对第三个监护的上诉被判为无理,他将违反法律而被拘束于四个职务。
§27.1.4.1Ἐὰν πατὴρ ἐν τρισὶν ᾖ φροντίσιν ἢ ἐπιτροπῶν ἢ κουρατοριῶν, ὁ υἱὸς αὐτοῦ οὐκ ἐνοχληθήσεται, καὶ τοῦτο οὕτω διατέτακται ὑπὸ τῶν θειοτάτων Σεβήρου καὶ Ἀντωνίνου.
若父亲承担着三个职责,无论是后监护还是保佐,其子便不受烦扰;这一规定同样是由最神圣的塞维鲁和安东尼努斯所确立。
τοῦτο δὲ καὶ ἐκ τοῦ ἐναντίου ἐστίν, ὡς δεῖν τὰς τοῦ υἱοῦ ἐπιτροπὰς ἄνεσιν τῷ πατρὶ διδόναι καὶ πάλιν ἀμφοτέροις τὰς κοινάς, τοῦτ᾽ ἔστιν μίαν τοῦ υἱοῦ καὶ δύο τοῦ πατρὸς ἢ εἰς τὸ ἔμπαλιν.
且反之亦然,即儿子的监护亦当使父亲获得减免;再者,两人共同拥有的监护也是如此,即儿子有一个,父亲有三个中的两个,或者相反。
τότε δὲ ταῦτα οὕτως ἔχει, ἐπειδὰν τὸ βάρος ἑνὶ οἴκῳ, οὐχὶ διακεχωρισμένοις διαφέρῃ.
然而,唯有当这一负担关乎同一个家庭,而非分立的家庭时,上述情况才成立。
γράφει δὲ καὶ Οὐλπιανὸς ὁ κράτιστος ταῦτα.
而卓越的乌尔比安也写到了这些内容。