[MODESTINUS libro tertio excusationum. ] §27.1.10.prὐ μόνον δὲ οἱ τὰς ἀπὸ καλίγος στρατείας καὶ τὰς λοιπὰς πριμιπιλάριοι στρατευσάμενοι, ἀλλὰ καὶ οἱ ὁπωσοῦν χρείας δημοσίας δήμου Ῥωμαίων ἕνεκα ἀποδημήσαντες ἐνιαυτοῦ ἔχουσιν ἀνάπαυσιν μετὰ τὸ ἐπανελθεῖν.
[莫德斯蒂努斯《免除论》第三卷] 不仅那些作为首列百人队长完成了从普通兵卒开始的军役及其他军役的人,而且那些因罗马人民的公职而以任何方式前往国外的人,在归来后都享有一年的休假。
§27.1.10.1Ὁ μέντοι ἐνιαυτὸς οὗτος οὐ μόνον τοῖς πληρώσασιν τὸν συνήθη τῆς στρατείας καιρὸν ἐν ταῖς λοιπαῖς δημοσίαις χρείαις δίδοται, ἀλλὰ καὶ τοῖς ὁπωσοῦν παυσαμένοις τῆς δημοσίας χρείας καὶ ἐπανελθοῦσιν, κἂν ἐλάττονα χρόνον διατρίψωσιν τοῦ διατεταγμένου.
然而,这一年不仅给予那些在其他公职中服满通常军役期限的人,也给予那些以任何方式结束公职并归来的人,即使他们所花费的时间少于规定的时间。
§27.1.10.2Ἃς μέντοι πρότερον εἶχον ἐπιτροπάς, διὰ δὲ τοῦτο ἀπέθεντο ὅτι δημοσίου ἕνεκα πράγματος ἀπεδήμουν, ταύτας ἐπανελθόντες παραυτὰ ἐπαναλήψονται οὐδὲν αὐτοῖς βοηθοῦντος τοῦ ἐνιαυτοῦ· ὁ γὰρ ἐνιαυτὸς πρὸς τὰς μελλούσας καινὰς δίδοται, οὐχὶ πρὸς τὰς ἀναληφθῆναι ὀφειλούσας.
然而,对于他们此前担任的、由于为公职前往国外而放弃的监护,他们在归来后应当立即重新承担,那一年对他们毫无帮助;因为这一年是针对未来的新监护而给予的,而不是针对应当重新承担的监护。
Ἐνιαυτὸς δὲ συνημμένων §27.1.10.3ἡμερῶν ἐξετασθήσεται, ἐξ ὅτου τις ἐπανῆλθεν εὐθεῖαν ὁδὸν εὐθύνων ἢ διευθύνειν γε ὀφείλων, οὐχὶ τὴν ἐκ περιόδων.
而由连续的日子构成的一年,应当自某人沿着直路归来、或至少应当沿着直路归来之时起算,而不是自绕道而行之时起算。
§27.1.10.4Καὶ οἱ κατὰ διαθήκας δοθέντες ἐπίτροποι παραιτήσονται κατὰ νόμους τὸν χειρισμὸν τῶν ἐν ἄλλῃ ἐπαρχίᾳ ὄντων κτημάτων, ὡς δηλοῖ ἡ ὑποτεταγμένη τοῦ θειοτάτου Σεβήρου διάταξις· 'Diui Seuerus et Antoninus Augusti Ualerio.
依据遗嘱被指定的监护人,亦可根据法律免除对位于另一行省之财产的管辖,正如以下所附的神圣塞维鲁的宪令所表明的那样:“神圣的塞维鲁和安东尼努斯奥古斯都致瓦莱里乌斯。
Testamento tutor datus ante praefinitum diem adire debuisti et postulare, ut ab administratione rerum, quae in alia prouincia erant, liberareris'.
作为依遗嘱指定的监护人,你应当在限定的日期之前前往并请求,免除你对位于另一行省的财产的管辖。
Ὁ πριμιπίλον διανύσας §27.1.10.5ἐὰν ἐπιτροπὴν δεξάμενος ἑνὸς παιδίου πάλιν εἰς τὰς στρατιωτικὰς χρείας ἀναληφθῇ, ἀποθήσεται τὴν φροντίδα τῆς ἐπιτροπῆς.
”完成首列百人队长役期的人,如果他在接受了一个孩子的监护之后,再次被召回服兵役,他应当免去其监护的照料。
§27.1.10.6Ὁμοίως καὶ εἰς τὸν τόπον ἐκείνου τοῦ ἐπιτρόπου, ὃν μετὰ ταῦτα συγκάθεδρον ἑαυτῷ τις ἀπήγαγεν, δοθήσεται κουράτωρ, ὡς φησιν διάταξις τοῦ θειοτάτου Σεβήρου· ἣν ὀρθῶς ἐφαρμόζων πᾶσιν τοῖς ὁμοίοις κεφαλαίοις κουράτορα δίδοσθαί ἐρεῖ εἰς τὸν τόπον τῶν χρόνον ἀνάπαυσιν λαμβανόντων.
同样,在某人随后带去作为其顾问的那个监护人的位置上,应当指定一名保佐人,正如神圣塞维鲁的宪令所说;如果将该宪令妥当地应用于所有类似的情况,它将表明应当在获得时间休假的人的位置上指定保佐人。
§27.1.10.7Ἐὰν ἀπελεύθερος δοθῇ ἀφῆλιξ ὑπὸ πάτρωνος ἐπίτροπος τοῖς τέκνοις αὐτοῦ, ἢ καὶ ἕτερος οἱοσδήποτε ἐλάττων τῶν εἴκοσι πέντε ἐνιαυτῶν, ἕως μὲν ἀφῆλιξ ᾖ, οὐκ ἐνοχληθήσεται.
如果一个未成年的解放奴隶被保护人指定为其子女的监护人,或者任何其他未满二十五岁的人被指定,只要他是未成年人,他就不会受到打扰。
ἐν τοσούτῳ δὲ ἕτερος εἰς τόπον αὐτοῦ χειροτονηθήσεται κηδεμών.
在此期间,应当在他的位置上选任另一名保护人。
ὁμοιός ἐστιν τούτῳ καὶ ὁ νόμιμος ἐπίτροπος, ἐὰν ἀφῆλιξ ὢν τύχῃ· καὶ γὰρ καὶ εἰς τὸν τόπον τούτου κηδεμὼν ἐν τῷ τέως δοθήσεται.
如果法定监护人恰好是未成年人,他也与此相似;因为在此期间,也应当在他的位置上指定一名保护人。
§27.1.10.8Ἐάν τις οὕτως νοσήσῃ, ὡς δεῖν αὐτὸν μὴ παντάπασιν ἀφεθῆναι ἐπιτροπῆς, εἰς τὸν τόπον αὐτοῦ κουράτωρ δίδοται.
如果某人患病,以至于不需要完全免除其监护,则应当在监护人的位置上指定一名保佐人。
ῥαίσας δὲ πάλιν οὗτος ἀναλήψεται τὴν ἐπιτροπήν.
当其康复后,他将重新承担该监护。
εἰ δὲ καί τις εἰς μανίαν ἐμπέσῃ, ὁμοιός ἐστιν τούτῳ. οὕτω καὶ ὁ Οὐλπιανὸς γράφει·
如果有人陷入狂躁,他也与此相似。
Aduersa quoque ualetudo excusat, sed ea, quae impedimento est, quo minus quis suis rebus superesse possit, ut imperator noster cum patre rescripsit:
乌尔比安也这样写道:“疾病也构成免除的理由,但只限于妨碍某人照管自己财产的疾病,正如我们的皇帝与其父亲在批复中所写的那样:”