[IDEM libro primo excusationum. ] §26.5.21.prΕἰδέναι δεῖ τοὺς ἄρχοντασ, ὅτι κουράτορασ ἀφῆλιξι γυναῖκασ οὐ χειροτονήσῦσιν.
[同上,著《免除集》第一卷] 政务官应当知道,他们不得为未成年人指定女性为财产管理人。
§26.5.21.1Ἐὰν μήτηρ ἐπὶ ταύτῃ τῇ αἱρέσει γράψῃ γίοὐσ κληρονόμουσ ἐὰν ἀπολυθῶσι τῆς τοῦ πατρὸς ἐξουσίας, ἀπολυθέντων τούτων καὶ διὰ τοῦτο κληρονομησάντων αὐτὸς ὁ πατὴρ κουράτωρ χειροτονηθῆναι οὐ δύναται, κἂν βούληται, ἵνα μὴ ἄλλῃ ὁδῷ τοῦτο ὅπερ οὐκ ἠβουλήθη ἡ διαθεμένη γένηται.
如果母亲以“若他们脱离父权”为条件指定儿子为继承人,而在他们脱离父权并因此继承财产后,父亲本人即使愿意,也不能被指定为财产管理人,以免立遗嘱的母亲所不愿见到的事情通过另一种途径发生。
καὶ τοῦτο οὕτως ὑπὸ τοῦ θείου Σεβήρου νενομοθέτηται.
这也是神圣的塞维鲁所立法的。
§26.5.21.2Ἀλλὰ κἂν τις ἀπὸ γονέων κωλυθῇ ἐπιτροπεύειν, τοῦτον οὔτε χειροτονεῖσθαι προςήκει· κἂν χειροτονηθεὶς μὴ παραιτῆσηται, κωλύεσθαι αὐτὸν ἐπιτροπεύειν μενούσησ τῆς ἐπιτιμίας.
但是,如果有人被父母禁止担任监护,那么他也不适合被指定;即使他被指定后没有请求免除,他也应被禁止担任监护,而其公民名誉保持不变。
§26.5.21.3Τοὺς ἐν πρεσβείᾳ ὄντας μὴ χειροτονείτωσαν ἐπιτρόπους ἢ κουράτορας οἱ ἄρχοντες, ἐπειδήπερ παρ' ὧν χρόνον πρεσβεύουσιν, ὁ κίνδυνος αὐτοῖς οὐ διαφέρει.
政务官不得指定正在担任使节的人为监护人或财产管理人,因为在他们担任使节的期间,(管理带来的)风险与他们无关。
§26.5.21.4Ἐὰν ἐπαρχιακὸν ἂνθρωπον πρεσβεύοντα ὁ ἐν ῥώμῃ ἄρχων δῷ ἐπίτροπον, ἀφεθήσεται.
如果罗马的政务官指定一名正在担任使节的行省居民为监护人,他应当获得免除。
§26.5.21.5Πρὸς τοῖς λοιποῖς δικαίοις δεῖ τὸν ἄρχοντα καὶ τοὺς τρόπους τῶν μελλόντων χειροτονηθήσεσθαι σκοπεῖν· οὔτε γὰρ οὐσία οὔτε ἀξίωμα οῦτωσ ἱκανὸν πρὸς πίστιν, ὡς ἀγαθὴ προαίρεσις καὶ χρηστοὶ τρόποι.
除了其他法律要件外,政务官还必须考察将被指定之人的品行;因为财富和地位都不如善良的意愿和高尚的品行那样足以令人信赖。
§26.5.21.6Διὰ παντὸς δὲ μάλιστα τοῦτο παρατηρείτωσαν οἱ ἄρχοντες μὴ χειροτονεῖν τοὺς βουλομένους ἐπιρρίπτειν ἐαυτοὺς, ἵνα χειροτονηθῶσι, καὶ ἀργύριον διδόντας· τούτους γὰρ καὶ κολάσει ὑπευθύνους εἶναι νενομοθέτηται.
此外,政务官必须始终特别注意,不要指定那些为了被指定而自我推荐的人,或者提供金钱的人;因为法律规定,这些人也应当受到惩罚。