§21.33Στίχ. λγ΄. Ἄνθρωπος ἦν οἰκοδεσπότης, ὅστις ἐφύτευσεν ἀμπελῶνα, καὶ φραγμόν αὐτῷ περιέθηκε, καὶ ὤρυξεν ἐν αὐτῷ ληνὸν, καὶ ᾠκοδόμησε πύργον, καὶ ἐξέδοτο αὐτόν γεωργοῖς, καὶ ἀπεδήμησε, κ. τ. λ.
第33节:“有个家主,栽了一个葡萄园,周围围上篱笆,里面挖了一个压酒池,盖了一座楼,租给园户,就往外国去了”等等。
Ἡ παραβολὴ οἰκοδεσπότην λέγει τὸν Θεὸν καὶ πατέρα, τὸν πολλὴν πρόνοιαν ἐξ ἀρχῆς εἰς τοὺς Ἰουδαίους ἐπιδειξάμενον.
这比喻将从起初就对犹太人展现了极大关怀的神与父称为“家主”。
Ἀμπελὼν δὲ ἀπλῶς μὲν ὁ πρῶτος λαὸς, τουτέστιν ὁ Ἰσραὴλ, φυτευθεὶς ὑπὸ τοῦ Θεοῦ ἐν τῇ γῇ τῆς ἐπαγγελίας.
而“葡萄园”简单来说是指最初的子民,即被神栽植在应许之地的以色列。
Φραγμὸς δὲ ὁ νόμος, οὐκ ἐῶν αὐτοὺς μιγῆναι τοῖς ἔθνεσι.
“篱笆”是指律法,它不允许他们与外邦人混杂。
Ληνός τὸ θυσιαστήριον, ἤτοι ὁ τόπος τῶν σπονδῶν.
“压酒池”是指祭坛,即奠祭之地。
Πύργος ἡ Σιὼν, ἢ ὁ οὐρανός.
“楼”是指锡安,或是天国。
Γεωργοὶ οἱ πρεσβύτεροι τοῦ λαοῦ καὶ οἱ σοφοὶ, καὶ οἱ κατὰ καιροὺς διδάσκαλοι.
“园户”是指民间的长老、智者以及各个时代的教师。
Ἀπεδήμησε δὲ ὁ οἰκοδεσπότης, ὅτε οὐκέτι ἡμέρᾳ ἐν στύλῳ νεφέλης καὶ νυκτὸς αὐτοῖς ἐν στύλῳ πυρὸς ἐπιφαίνεται.
而家主“出外远行”,是指祂不再在白日以云柱、在夜间以火柱向他们显现的时候。
Ἢ ἡ τοῦ Θεοῦ μακροθυμία, ἡ μὴ παρὰ πόδας ἀπαιτοῦσα τοὺς Ἰουδαίους τὴν τῶν πταισμάτων τιμωρίαν.
或者,它是指神的宽容,并不立时向犹太人追讨过犯的惩罚。
Ἀπαίτησις δὲ καρπῶν ὁ ἔννομος βίος·
而“要”果子是指遵守律法的生活。
Καιρὸς αὐτῶν ἡ προφητικὴ ἀπαίτησις·
“果子的季节”是指先知的要求。
Δοῦλοι πρῶτοι καὶ δεύτεροι παθόντες ἄτοπον, οἱ κατὰ διαφόρους καιροὺς ἀποσταλέντες προφῆται, οἷς (15) τὸν μὲν ἕδηραν, ὡς Μιχαίαν, πατάξαντος ἐπὶ σιαγόνα Σεδεκίου· τὸν δὲ ἀπέκτειναν, ὡς Ζαχαρίαν, μεταξὺ τοῦ ναοῦ καὶ τοῦ θυσιαστηρίου· τὸν δὲ ἐλιθοβόλησαν, ὡς Ζαριοὺ υἱὸν Ἰωδαὲ τὸν ἱερέα.
那些遭受了无理对待的第一批和第二批“仆人”,是指在不同时代被派遣的先知们,他们当中,有人被打了(如米雅,因西底家打他的脸),有人被杀了(如撒迦利亚,在殿和坛之间被杀),有人被用石头打死了(如祭司耶何耶大的儿子撒迦利亚)。
Τάχα δὲ ἀμπελὼν, ἢ (16) ἡ βασιλεία τοῦ Θεοῦ, καὶ τὰ μυστήρια αὐτοῦ ἐν νόμῳ καὶ προφήταις, καὶ τῇ ἄλλῃ φυσιολογίᾳ.
或者,“葡萄园”也许是指神的国,以及祂在律法、先知和其他自然探索中的奥秘。
Καρποὶ δὲ ὁ ἐνἀρετος ἐν ἤθεσι βίος.
而“果子”是指道德行为中的美德生活。
Φραγμὸς ὁ λογικὸς τόπος, καὶ τὸ γράμμα, ὡς μὴ κατοπτεύοιτο τοῖς ἔξω τὰ κεκρυμμένα μυστήρια.
“篱笆”是指理性领域及字句,免得外人窥探那隐藏的奥秘。
Ληνὸς τὸ βάθος τῆς δεχομένης τοὺς καρποὺς τοὺς τῆς ψυχῆς, πᾶν ἐπὶ πόλεμον ἐπιβαλλούσῃς.
“压酒池”是指接纳灵魂果实的深处,而这灵魂已将一切投入于交战之中。
Πύργος καὶ διῃρημένος περὶ Θεοῦ λόγος.
“楼”是指关于神而被条理分明地阐述的道理。
Ναὸς μὲν ἡ τοῦ ἐν αὐτῷ θείου ναοῦ (17).
殿则是指其内部神圣之殿的殿。
Γεωργοὶ οἱ πρῶτοι πιστευθέντες τὰ λόγια τοῦ Θεοῦ· οἷς ἀποδημεῖ εἰς τὴν αὐτοῦ περισπεῖν (18), δοὺς ἀφορμὴν, ἐξ ὧν αὐτὸς ἐφύτευσε, φραγμόν τε ἔθηκεν, ὤρυξεν, ὐκοδόμησε, τοῦ φέρειν καρπόν.
而“园户”是指最先被信托神圣言的人;主向他们远行,提供了机会,使他们能从祂自己所栽植、围篱、挖掘和建造的事务中结出果子。
Καιρὸς καρπῶν, ὃν οἶδεν οἰκοδεσπότης, τάχα οὐχ ὅτι ἐκφύειν φύλλα, ἢ κυπρίζειν, ἢ ὀμφακίζειν, ἢ τρυγᾶσθαι· οἷον οἱ τῆς νηπιότητος, ἢ τῆς συμπληρώσεως τοῦ λόγου, ἢ οἱ τῆς ἐν ἀρετῇ προκοπῆς, ἢ ἀρχῆς· οἱ δὲ τῆς ἀγάπης, καὶ χαρᾶς, καὶ εἰρήνης, καὶ τῶν λοιπῶν.
家主所知道的“果子季节”,或许不是指长叶、开花、结生葡萄或收获;这些就像是幼年时期、话语的圆满、或是美德的进步与开端;而是指爱、喜乐、和平及其他果子的季节。
Δοῦλοι οἱ προφῆται τὰ πνευματικὰ καρπώματα ἀπαιτοῦντες προσἀγειν ὡς ἱερεῖς τῷ Θεῷ.
“仆人”是指先知,他们作为祭司,要求将属灵的果子奉献给神。