§18.5Στίχ. ε΄. Καὶ ὃς ἐὰν δέξηται παιδίον τοιοῦτον ἓν ἑπὶ τῷ ὀνόματί μου, ἐμὲ δέχεται.
第5节:“凡为我的名接待一个像这样小孩子的,就是接待我。
Παραινεῖ δέχεσθαι τοὺς πιστοὺς ἐπὶ τῷ ὀνόματι αὐτοῦ ἒν παιδίον τοιοῦτον, ἢ ἔν τοιούτων (10) τῶν πνευματικῶν καὶ μεμορφωμένων τὸν Χριστὸν, κατὰ τὸ ταπεινῶσαι τὸ ἑαυτοῦ πνεῦμα.
” 主劝勉信徒们因祂的名接待一个这样的小孩子,或是那些使自己的灵谦卑、具有属灵生命并效法基督之辈中的一个。
Κατὰ δὲ τὸν Λουκᾶν, τὸ δεικνύμενον ὑπὸ τοῦ Σωτῆρος παιδίον δέχεσθαι δεῖ ἐν τῷ ὀνόματιαὐτοῦ, ἵνα ἐν αὐτῷ δέξηται τὸν Χριστὸν ὄντα καὶ ἐν τῷ Πνεύματι.
而根据路加的记载,应当因主的名接待救主所展示的小孩子,以便在其身上接待那同样在圣灵中的基督。
Ἤ ἕν τοιοῦτον, ἐπεὶ ἕν εἰσι πάντες οἱ πνευματικοί.
或者说“一个这样的人”,因为所有属灵的人都是一体。
Προτρέπει δὲ ὁ λόγος καὶ τὸ δέχεσθαι τῶν ἁπλῶν καὶ πραέων τῇ καρδίᾳ ἐν τῷ λόγῳ Χριστοῦ.
此外,这话语也鼓励人们在基督的話语中,接待那些内心单纯且温和的人。
Ἀνακόπτων τὸ φιλόνικον τῶν μαθητῶν (ἐπειδὴ ὅτε οἱ διδάσκαλοι μάχονται, σχίσματα γίνονται πολλῶν σκανδαλιζομένων, βουλομένων τῶν σκανδαλιζομένων ἐπισπᾶσθαι εἰς αὑτοὺς τοὺς ἀκροατὰς), προλέγει τὴν μετʼ αὐτῶν τιμωρίαν.
为了抑制门徒们的争胜好强(因为当教师们争吵时,许多人会被绊倒,从而产生分裂,而被绊倒的人则企图把听众拉拢到自己身边),主预言了伴随他们的惩罚。
Τοῦτο δὲ ἐπιτεταγμένως ἐλέχθη.
这话是以命令式的语气说的。
Τουτέστιν κἂν εὐτελῆ ἄνθρωπον τῶν πιστῶν σκανδαλίσητε, βαρεῖα ἔσται καθʼ ὑμῶν ἡ τιμωρία.
也就是说,即便你们绊倒了信徒中一个微不足道的人,对你们的惩罚也将是沉重的。
Τὴν γὰρ ἀφόρητον τιμωρίαν διὰ τοῦ μύλου καὶ καταποντισμοῦ σημαίνει, τὴν ἐσομένην μετὰ τῶν τοὺς τοιούτους ὑβριζόντων.
因为祂通过磨石和淹死表明了那无法忍受的惩罚,即那将临到凌辱此类人者身上的惩罚。
Σκάνδαλον γὰρ ἐνταῦθα τὴν ὕβριν καλεῖ.
因为在这里,祂将“绊脚石”称为“凌辱”。
Ταῦτα δέ φημι, ἐπειδὴ οἱ μικροὶ εὐσκανδάλιστοί εἰσιν, ἵνα μὴ καταφρονῶμεν αὐτῶν.
我之所以说这些,是因为小孩子容易被绊倒,免得我们轻视他们。
Ὁ γὰρ μέγας καὶ τέλειος ἐν ἀρετῇ παντὸς σκανδάλου καταφρονεῖ.
因为在美德上伟大和完全的人会轻视一切绊脚石。
Ἐξ ὧν δὲ προλέγει καὶ θρηνεῖ τοὺς τοιούτους, δίδωσιν αὐτοῖς καιρὸν μετανοίας.
从祂预言并为这样的人哀叹来看,祂是在给他们悔改的机会。
Εἰπὼν δὲ, Ἀνάγκη, οὐκ ἀναιρεῖ τὸ αὐτεξούσιον, ἀλλὰ τὸ προγνωστικὸν τοῦ πάντως ἐσομένου δηλοῖ.
祂说“这是必须的”,并未否定自由意志,而是表明了对必然发生之事的预知。
Διὸ καὶ τὸ οὐαὶ αὐτοῖς ἐπιφωνεῖ, ὡς ἑκουσίως πταίουσι.
因此,祂也对他们宣告“有祸了”,因为他们是自愿犯错的。
Κόλασιν δὲ λέγει τοὺς ἀσέμνους (11) ζῶντας ἀνθρώπους.
祂也说那些生活不检点的人会受到惩罚。
§18.20Στ. κʼ. Οὗ γάρ εἰσι δύο ἢ τρεῖς (11) συνημμένοι εἰς τὸ ἐμὸν ὅνομα, ἐκεῖ εἰμι ἐν μέσῳ αὐτῶν.
第20节:“因为无论在哪里,有两三个人奉我的名聚会,那里就有我在他们中间。
§18.21Στ. κα΄. Τότε προσελθὼν αὐτῷ ὁ Πέτρος, εἶπε·
” 第21节:“那时,彼得进前来,对耶稣说:‘主啊,我弟兄得罪我,我当饶恕他几次呢?
Κύριε, ποσάκαις ἁμαρτήσει εἰς ἐμὲ ὁ ἀδελφός μου, καὶ ἀφήσω αὐτῷ; ἕως ἑπτάκις Δύο συνημμένοι ἐπὶ τῷ τοῦ Χριστοῦ ὀνόματι, σῶμα καὶ πνεῦμα, μὴ ἀντιστρατευόμενα· ὑποταγέντος μὲν τοῦ σώματος, τοῦ δὲ πνεύματος μεταδιδόντος αὐτῷ θείας ζωῆς·
到七次可以吗? ’” 奉基督之名聚拢的两个人,是指互不敌对的身体与灵魂;身体顺服,而灵魂则将神圣的生命分给它。
τρεῖς δέ τε (13) ὁλόκληρον, πνεῦμα, ψυχὴ, σῶμα, τηρεῖ τῇ παρουσίᾳ Χριστοῦ·
而三个人则是指在基督的临在下保持完整的灵、魂、体。
Ἤ αἱ δύο διαθῆκαι, ὅταν ὁ συναγωγεὺς αὐτῶν τὸ Πνεῦμα τὸ ἅγιον ἐν αὐταῖς ᾗ·
或者是指两约,当两约的凝聚者圣灵在其中时。
τρεῖς δὲ, νόμον, προφήτας, Εὐαγγέλιον· ἢ θυμὸν καὶ ἐπιθυμίαν, καὶ λογισμόν· ἢ τὴν κλῆσιν καὶ ἐκλογὴν, καὶ τὸ εἰς πρώτην τιμὴν τασσόμενον γένος μεθʼ ἡμῶν.
三个人则是指律法、先知和福音;或是指血气、欲望和理智;或是指召呼、拣选,以及与我们一同被列为第一等尊荣的族类。
Τήρει δὲ, ὅτι οὐκ εἶπεν ἔσομαι, ἀλλʼ εἰμί.
你要注意,祂没有说“我将在”,而是说“我在”。
Ὡς Θεός γὰρ πανταχοῦ ὢν, ἐν μέσῳ ἐστὶ τῶν διʼ εὐσεβείας συναπτομένων.
因为祂作为神无所不在,所以祂就在那些因虔敬而结合的人们中间。
Ἡ γὰρ πανεπίσκοπος τοῦ Θεοῦ δύναμις ἀμέριστος μεριστὴ γίνεται τοῖς ἀξίοις.
因为神那察看一切、不可分割的力量,会分配给那些配得的人。
Ἐπειδὴ τῶν εἰς ἡμᾶς πταισμάτων ἡμεῖς κύριοί ἐσμεν τοῦ συγχωρεῖν, οὐ μὴ (14) τῶν εἰς Θεὸν φθατόντων εἰ μὴ αὐτὸς ὁ Θεός· διὰ τοῦτο εἶπεν ὁ Πέτρος τὸ, εἰς ἐμέ.
既然对于得罪我们的过犯,我们有权饶恕,但绝不能饶恕得罪神的过犯,除非神自己饶恕;因此彼得说了“得罪我”这句话。
Ἐρωτῶν γὰρ, ἕως τίνος χρεία μὴ μνησικακεῖν, ὡς μέγα προσέθηκε τὸ, ἑπτάκις.
因为在询问需要不怀怨恨到什么时候时,他把“到七次”作为一个极大的数量加了上去。
Ὁ δὲ Κύριος, τὸ ἄπειρον σημαίνων τῆς ἀνεξικακίας, εἶπεν τὸ, ἑβδομηκοντάκις ἑπτά· τουτέστιν· Ὁσάκις ἁμάρτῃ εἰς σὲ, ἐὰν μετανοῇ, ἄφες αὐτῷ.
但主为了表明宽容的无限,说了“七十个七次”;也就是说:“无论他得罪你多少次,只要他悔改,就饶恕他。
Ἐπειδὴ ἐπὶ τῶν ἀφοριζομένων μέτρον ὥρισεν ὁ Χριστὸς, οὐ μὴν καὶ ἐπὶ τῶν μετανοούντων, εἰκότως ἐρωτᾷ ὁ Πέτρος τό· Ἕως πόσου δεῖ δέχεσθαι τὸν μετανοοῦντα;
” 既然基督对于被隔离(革除)的人规定了限度,却不对悔改的人规定限度,彼得自然会问:“应该接纳悔改的人到几时呢?
Ὅρα δὲ εἱ δύναται· Ἐπεὶ ὁ μὲν ἓξ ἀριθμὸς ἐργατικὸς καὶ ἐν γενέσει κόσμου, ὁ δὲ ἑπτὰ ἀναπαύσεως· ὁ μὲν τὰ τοῦ κόσμου καὶ ὑλικὰ ἀγαπῶν, ἐξαμαρτάνων τέλος ἔχει τὴν ἑβδομάδα· ὅπερ νοήσας ὁ Πέτρος, συγχωρεῖν θέλει ἐν τῷ ἑπτά.
”你看这是否可行:既然“六”这个数字是劳碌的,属于世界的创造,而“七”则属于安息;那喜爱世俗和物质之物、不断犯错的人,以“第七”为其终结;彼得领会了这一点,便希望在“七”之内予以饶恕。
Ὁ δὲ Κύριος ἐπιτείνει τοῦτο ἐν τῷ αὐτῷ τρόπῳ, ἀναλόγως γὰρ μονάδος πρὸς δεκάδας καὶ ἑκατοντάδας, ὡς τὸν ὑπερβάντα τὰ κοσμικὰ μηκέτι ἔχειν ἄφεσιν τῶν ἁμαρτημάτων· ἡ γὰρ ἄφεσις ἐπὶ τὰ τῇδε εἴτε βραδὺ (15), εἴτε τάχιον.
但主以同样的方式强化了这一点,即按照个位对十位、百位比例关系,使超越世俗之物的人不再需要罪的饶恕;因为饶恕是针对此世之事的,无论是迟是早。