§13.44(6) Στιχ. μδ΄. Ὁμοία ἐστὶν ὁ βασιλεία τῶν οὐρανῶν θησαυρῳ, κ. τ. λ.
(6) 第44节:“天国好像宝贝……”等等。
Καθʼ ἑτέραν δὲ ἐκδοχὴν εἴη δʼ ἂν, ἀγρὸς μὲν ἡ Γραφὴ, πολλοῖς καταπεφυτευμένη ῥητοῖς νομικοῖς τε καὶ γραφικοῖς, καὶ ἱστορικοῖς· θησαυρὸς δὲ τὰ τούτοις ποικίλα ἐνόντα φανερά τε καὶ κεκρυμμένα νοήματα· καὶ Χριστὸς ὁ τίμιος τῆς Γραφῆς θησαυρός.
根据另一种解释,田地即是圣经,种植着许多律法、先知和历史的话语;而宝贝则是其中包含的各种或显明或隐藏的含义;基督则是圣经中尊贵的宝贝。
Ἢ ἀγρὸς ὁ Χριστὸς, ἐν ᾧ Παῦλος λέγει ἐγκεκρύφθαι τοὺς ἀποκρύφους θησαυροὺς τῆς σοφίας καὶ τῆς γνώσεως τοῦ Θεοῦ.
或者,田地即是基督,保罗说在祂里面藏着神一切智慧和知识的隐藏宝藏。
Τὰ οὐράνια τοίνυν πράγματα, καὶ ἡ βασιλεία τῶν οὐρανῶν ὥσπερ ἐν εἰκόνι γέγραπται ταῖς Γραφαῖς, αἵτινές εἰσι βασιλεία τῶν οὐρανῶν· ἡ δέ ἐστιν αὐτὸς ὁ Χριστὸς, οὗ ἡ γνῶσις κατὰ δύναμιν ἐν ἡμῖν ἐστιν· εὑρίσκεται δὲ διὰ τῆς πίστεως, καὶ ἀγοράζεται διὰ τῶν ἀρετῶν.
因此,天上的事和天国就像肖像一样被写在圣经中,而圣经就是天国;这天国就是基督自己,对祂的知识按照我们的能力存在于我们里面;它是通过信心被找到,通过美德被买下的。
Εὑρων οὖν τις τὸν ἐν. ταῖς Γραφαῖς θησαυρὸν τοῦτον, κρύπτει, μὴ, ἀκίνδυνον εἰδὼς τῶν ἀποῤῥήτων τοῖς τυχοῦσι μεταδιδόναι.
因此,有人在圣经中找到这宝贝,就把它藏起来,因为他知道把奥秘随便传给任何人是不安全的。
Ἄπεισι δὲ κρύψας, ἀγοράσων τὸν ἀγρὸν ὁπόσου ἂν βούλοιτο· ὃν Ἑβραῖοι πρὶν ἐπιστεύθησαν, παῤ ὧν τοῦτον λαβὼν ὅστις κατʼ ἄλλην παραβολὴν ἀμπελών ἐστιν, ἴδιον πτῆμα τοῦτον ποιεῖ, πάντα πεπρακὼς αὐτοῦ τὰ ὑπάρχοντα· κακία δὲ ταῦτʼ ἦν, τῷ μηκέτι ζῆν τούτοις, νεκρωθῆναι δὲ τῷ κόσμῳ παντὶ καὶ θελήμασι τοῦ αὐτοῦ.
他把它藏起来后就走开,要以他愿意的任何价格买下那块田;这田曾经托付给希伯来人,他从他们那里接管了这田——根据另一个比喻,它是一处葡萄园——并变卖了他一切所有的,把它据为己有;而这些所有的就是恶,通过不再为这些活着,而是对整个世界和其欲望看作已死。
(7) Οἵ γε μὴν περὶ μαργαριτῶν γράψαντες, φασὶν ἕξ εἶναι τὰς τούτων διαφορὰς, ὧν κρείττους οἱ κατʼ Ἰνδίαν ἐν κόγχαις γενόμενοι ἐκ δρόσου τῆς οὐρανίας.
(7) 的确,写过关于珍珠之书的人说,珍珠有六种不同类型,其中最上等的是在印度贝壳中由天露所生的。
Οἱ ἥττους γοῦν μαργαρῖταί εἰσιν αἱ τοῦ νόμου καὶ τῶν προφητῶν, καὶ τῆς ἄλλης Γραφῆς ζητήσεις, ἃ ὁ ἐμπόνως ζητῶν, ἐμπορίας ἀποδιδόμενος, τὸν κρείττω τούτων ἀπάντων μαργαρίτην Χριστὸν ζητεῖ, πάντα ταῦτα καὶ παρόντα καλὰ ζημίας ἡγούμενος καὶ σκύβαλα πρὸς τὴν γνῶσιν τοῦ Χριστοῦ.
较次的珍珠则是律法、先知以及其他圣经的探求,而那劳苦探求、致力于贸易的人,正在寻找高过这一切珍珠的基督,将所有这些哪怕现在存在且好的东西,在基督的知识面前都看作亏损和粪土。
(8) Ἔτι σαγήνη ἐστὶν ἡ ἐκ τῶν παλαιῶν τῆς Γραφῆς λόγων πλοκὴ, ἢν ἀτελῆ δοκοῦσαν ὁ Χριστὸς ἐλθὼν τετελείωκεν.
(8) 此外,网是圣经古老言语的交织,基督来临,将看似不完全的予以完全。
Αὕτη. εἰς τὴν τοῦδε τοῦ βίου ἐμβαλλομένη θάλασσαν, οὐ φύσεων συνάγει διαφόρων, ἀλλὰ γνωμῶν αὐτεξουσίων καὶ προαιρέσεων· ὡς εἶναι τὸ ἐκ παντὸς γένους συναγόμενον, ἐπαινετοὺς καὶ ψεκτοὺς ἐν ταῖς πρὸς τὰ εἴδη τῶν ἀρετῶν, ἢ τῶν κακιῶν ἐπιῤῥεπείαις.
这网被投入今生的海洋中,召聚的不是不同的“本性”,而是自由意志的选择和意向;因此,“从各样类别中召聚来的”,是指在趋向美德或恶德的具体类别上,值得称赞和应当受责备的人。
Δύναται δὲ ποὸς τούτοις τὸ ἐκ παντὸς γένους συναγόμενον δηλοῦν τὴν ἀπὸ παντὸς γένους κλῆσιν.
此外,“从各样类别中召聚来的”也可以指从万民中召聚。
Οὐκ ἂν δὲ τὴν σαγήνην ἑλκύσωσιν ἐπὶ τὸν αἰγιαλὸν, ἤτοι τὰ ἔξω τοῦδε τοῦ βίον πράγματα, οἱ ἄγγελοι, μὴ πληρωθεῖσαν τῷ πληρώματι τῶν ἐθνῶν· πλησθεῖσαν δὲ ἀναβιβάζουσι, καὶ ἕκαστον τῶν ὑπὸ τὴν σαγήνην καλῶν, εἰς τὸ οἰκεῖον τάγμα ἀποκαταστήσονται κατὰ τὰ ὀνομαζόμενα ἐνταῦθα αὐτῶν ἀγγεῖα, τὰ δὲ σαπρὰ ἔξω βαλοῦσι.
但在外邦人的数目填满之前,天使不会把网拉到岸上——即今生之外的事;一旦满了,他们就拉上来,并根据这里所说的器皿,将网下的每一个好东西安置在各自的等次里,而将坏的丢在外面。
Τὸ δὲ ἔξω ἡ κάμινός ἐστι τοῦ πυρὸς, καθώς φησιν ὁ Σωτὴρ ἐν τοῖς ἐξῆς· οἱ μὲν γὰρ φαῦλοι τῶν ἰχθύων ἔξω ῥιπτοῦνται, οἱ δὲ τῶν ἀνθρώπων εἰς τὴν κάμινον τοῦ πυρός (9);
外面就是火炉,正如救主在下文所说:因为鱼中坏的被丢在外面,而人中坏的被丢在火炉里。
§13.47Στ. μζ΄. Πάλιν· Ὁμοία ἐστὶν ὁ βασιλεία τῶν οὐχανῶν σαγήνῃ βληθείσῃ εἰς τὴν θάλασσαν.
(9); 第47节:“天国又好像网撒在海里。
(10) Σαγήνης πλοκὴ νοητὴ ἡ ἐκ ποικίλων νοημα των παλαιὰ καὶ καινὴ Γραφή·
” (10) 网的属灵交织是包含各种含义的旧约和新约圣经。
Θάλασσα, ὁ κυματούμενος τῶν ἀνθρώπων βίος.
海是动荡的人类生活。
Τὸ πᾶν γένος τὸ ποικίλον τῶν ἐν ἀνθρώποις προαιρέσεων, ἡ παντοίων ἐθνῶν κλῆσις.
“各样类别”是人们当中多样化的意向,即万国的召聚。
Ἐργάται σαγήνης, ὁ Κύριος καὶ οἱ προσελθόντες ἄγγελοι διακονεῖν αὐτῷ.
网的同工是主和前来侍奉祂的天使。
Ἀγγεῖα αἱ διάφοροι μοναί.
器皿是不同的住处。
Οὐκ ἀνάγεται δὲ ἡ σαγήνη, ἕως οὗ τὸ πλήρωμα τῶν ἐθνῶν εἰσέλθῃ.
在外邦人的数目进来之前,网是不会被拉上来的。
Ἤ οὕτως· Σαγήνη ἐστὶν ἡ ἀποστολικὴ διδασκαλία, ἡ ἀδιακρίτως συλλαμβανομένη Ἰουδαίους καὶ Ἕλληνας, βαρβάρους, Σκύθας, δούλους, ἐλευθέρους, πονηροὺς καὶ ἀγαθούς.
或者这样说:网是使徒的教训,它毫无区别地网罗了犹太人、希腊人、野蛮人、塞人、奴隶、自由人、恶人和善人。
Θάλασσα, ὁ τῶν ἀνθρώπων βίος.
海是人类的生活。
Αἰγιαλὸς, τὸ τέρμα τούτου.
岸是这生活的终点。
Ἐν δὲ τῇ συντελείᾳ, ὅτε ἀνασπᾶται ἡ σαγήνη, ἀφορίζονται ἀπὸ τῶν φαύλων οἱ ἀγαθοὶ, οἱ μὲν τιμώμενοι, οἱ δὲ κολαζόμενοι.
而在末世,当网被拉上来时,善人与恶人分开,前者受尊荣,后者受惩罚。
Οὐ γὰρ πάντων τῶν πιστῶν ὅμοιος ὁ τρόπος.
因为并非所有信徒的行事方式都是一样的。
Ἵνα δὲ μὴ νομίσῃ τις, ὅτι ἔξω μόνον βάλλονται οἱ ἄπιστοι καὶ πονηροὶ, ἐσήμανεν, ὅτι εἰς διηνεκῆ κόλασιν παραπέμπονται· Καὶ βαλοῦσιν αὐτοὺς εἰς τὴν κάμινον τοῦ πυρός, καὶ τὰ ἑξῆς.
但免得有人以为只有不信的人和恶人被丢在外面,祂指出他们被送往永久的刑罚:“并要扔在火炉里”等等。